no image
DDbDP-text
Petition to the Dux via HGV-meta
Linked by Trismegistos ID
TM 19693.
Each record below describes this same artifact or text from a different angle.
[ctr]
ἡ θεία πρόνοια καὶ ὁ φιλόχριστος ἡμῶν βασιλεὺς τὴν ἐξοχωτάτην
ὑμῶν φιλανθρωπίαν ἅτε δῶρον τῇ πανταθλίᾳ Θηβαίων χώρᾳ
ἐχαρίσατο θεσπίσαι κατηξίωσεν ταύτην ἄρχειν ὡς ἱκανὴν οὖσαν ἀναστεῖλαι τὰ πικρὰ
Θηβαίων ἀδικήματα καὶ τοῦτο μαθόντες ἀκριβῶς παρὰ πόδα τῶν εὐκλεῶν
ὑμῶν ἴχνων κυλινδούμενοι ἥκαμεν παροδυρόμενοι διδάσκοντες τὸ καθʼ
ἡμᾶς ἐν τούτοις ἔχον. διδάσκομεν τὴν ἔνδοξον ὑμῶν φιλανθρωπίαν
ὡς ἀπὸ γονέων καὶ προγόνων[…]ς ἔθος ἔχομεν[…] …ν[…]
προστ…ευ… ὑπʼ ἐξουσίαν …[…]σι ὑπὸ τῶν …νη…ων τῆς πόλεως
Ἀνταίου καὶ πάσης τῆς ταύτης[…]…ων κατέστησαν ὑπὸ τὴν πολιτικὴν
τάξιν εἰς ἣν καὶ εἰσφέρομεν ἀνελλιπῶς καὶ εὐγνωμόνως καὶ πληρωτικῶς
τὰ εὐσεβῆ κατʼ ἔτος βασιλικὰ τελέσματα πρὸς τὴν δύναμιν τῶν βασιλικῶν
ἡμῖν ἰδιαζόντως[…]…ο προσταγμάτων τῆς
[…]του κ…υπ…[…]…τ…[…]
[…] τάξις πλ… τῶν τ…
ἤτοι τῶν δούλων τῆς ὑμετέρας φιλανθρωπίας[…]εἱλκύσθημεν εὐγενῶς καὶ
ἐλευθερικῶς τὸν βίον καταγόμενον[…] τὴς παγαρχίας ζυγὸν παρὰ
τῶν ἀποφθαλμιωσαμένων τῆς[…] …πεπραγμένου τε τῶν
παγάρχων τῶν ἡμᾶς α…[…]…άγειν εἰς δουλείαν,
τὸ δὴ καὶ πεπράχασιν καὶ […]…[…]…αν ἡμᾶς τῆς ἀναγκαίας
τροφῆς εὐπορεῖν τ[…] πᾶσι …[…]λλωτέρου ὄντος μετευθύναι
ἐπεὶ τῇ πείνᾳ ἀγχόμεθα. ἀπὸ τότε οὖν, δέσποτα, καταπονούμεθα ὑπὸ τούτων
πλέον τῶν βαρβαρωθέντων τόπων καθʼ ἑκάστην ἐπινοουμένοι εἴς τε
διαγραφῶν ζημίας ευχ…[…] καὶ ἀπαιτήσειςπαρὰ τὸ ἔθος καὶ τοιαύτας
πᾶσας ἐπιβαρέσεις[…]…ονουμενοι ἐπὶ τ…[…]
[…]…[…]τοῦ τῆς ἐνδόξου μνήμης καὶ προ
[…]τὴν προσθήκην
τῆς τε αἰσίας ἐμβολῆς καὶ[…]ἐπιγρ[…]
τῶν γονέων ἡμῶν εκτ…[…]ε Ἀνταιοπολιτ οἷα δὴ κακὰ
ἀνηνεχθέντος καὶ παρατυχθέντος[…] ἐπὶ τῆς[…]ας ἡμῖν
βασιλικῆς γεωμετρίας λο[…]τὴνγῆν ἡμῶν ψαμμώδη
οὖσαν καὶ χερσώδη καὶ ἐπάναγκες[…]…και ἀναλώματα διόλου
παρεχόντων τοῖς παρερχομένοις ἡμεραίᾳ στρατιώταις τε καὶ ὡς ἐπὶ πλείω
βαρυτελῶν τυγχανόντων διὰ τὴν τῶν κακοφυῶν ἡμῶν ἀρουρῶν
ἀκαρπίαν ἐκανονίσθημεν ἔκπαλαι ἅμα τῷ παντὶ τῆς παντάθλιας Ἀνταίου
κτήτορι δύο μόνα κεράτια ἑκάστης ἀρούρης σπορίμης γῆς, τῆς δὲ ἀμπέλου
κεράτια ὀκτὼ ἐχόμενα κεράτια ε 𐅷 […]…δε προσ…ενση… κατὰ πεισμονὴν Χριστοδότου
τοῦ ἀπογενομένου προκουράτορος[…] ης Ἰουλιανοῦ τοῦ ἀπὸ ἐπάρχων
καὶ παγάρχου[…] …[…]…ερ[…]
[…]… ἀκοῦσαι
[…]…ερε…[…]τῶν εἰρημένων βασιλικῶν φόρων φησὶν
διὰ τὴν πληναρίαν τῆς τάξεως[…]μενης τ[…]… …[…]α εὕρῃ αὐτὴν πληρῶσαι
καὶ ἀπὸ τότε τελοῦμεν τῷ δημοσίῳ λόγῳ τέσσαρα κεράτια ἑκάστης ἀρούρης
σπορίμης γῆς κατʼ ἔτος καὶ ἑκάστης ἀρούρης ἀμπέλου κεράτια εἴκοσι τρία ζυγῷ δημοσίῳ
δίχα τῆς αἰσίας ἐμβολῆς καὶ τῆς προσθήκης αὐτῆς καὶ τοῦ ταύτης ναύλου, διατάξας δὲ ὅμως τὸ τηνικαῦτα
ἐκ διαλαλιᾶς ἀρχόντων κατὰ δέκρητον ὡς μηδὲν ἕτερον περαιτέρω τούτων δυνηθῆναι
τὸν κατὰ καιρὸν πάγαρχον προσθεῖναι τῷ ἀθλίῳ κτήτορι τῆς Ἀνταίου ἐφʼ ὅτι εἰς ἅπαντα
τὰ εἰρημένα δημόσια μετὰ τῆς ἐμπεριεχομένης αὐτοῖς προσθήκης ἐπαρκεῖν συνεστήκαμεν
παντὶ δημοσίῳ τίτλῳ τῆς τε πόλεως Ἀνταίου τοῦ δὲ αὐτῆς νομοῦ μέχρι καὶ τοῦ μισθοῦ
τῶν ἀεὶ παρϊσταμένων στρατιωτῶν[…] συνϊόντα εἰς πλῆρες
[…]…κ…[…]
[…]… παραλαμβαν[…]τὴν
καταβολὴν τῶν δημοσίων καὶ ἤρξαμεν[…] τὴν τρ[…]…των ἀνηκόντων
ἡμῖν δημοσίων ἀποκρινάσθαι δύο φησὶν καὶ ἥμισυ κεράτια ἑκάστης
ἀρούρης μετὰ τὰ ἄνω εἰρημένα σὺν προσθήκαις δημόσια μὴ λιμνασθείσης
τῆς ἡμῶν πεδιάδος παντελῶς ἐπʼ ἔτους ἀλλʼ ἀβρόχου οὔσης
μεθʼ οὗ καὶ θνῆσιν ζῴων ὑπέστημεν μὴ δυνηθέντες τὸ τριμερὲς τοῦ ὅλου
ἡμῶν ἀγροῦ καταθεῖναι ἀσπόρου ὄντος καὶ ἐν ἀφέσει καὶ τὴν αὐτάρκη
τῶν σωθέντων ἡμῶν[…]…[…]τροφὴν σπεῖραι οὐ δεδυνήμεθα καὶ οὕτως
οὐκ […]…[…]… καὶ α…[…]δως
[…]…[…]
…ρω[…]…[…]… ἡμῶν ϊσογομ…
τύπου καὶ τὰς κόρας καὶ τὰς ἀσκητρίας παρθένους διαφθείραι καὶ
τὰ ζῷα ἡμῶν ἀφαιρεῖσθαι καὶ τὸν σπαρέντα μετὰ μόχθου εἰς τροφὴν
τούτων χόρτον καταναλίσκειν εἰς τὰ ζῷα τῆς αὐτοῦ καθʼ ἡμῶν
συσκευῆς πρὸς τῷ ξηρανθῆναι τὸν σπόρον ὑπὸ δίψαν εἰς ἀναστροφὴν
τελείαν ἡμῶν καὶ πρὸς λύμην τοῦ δημοσίου λόγου. καίτοι ἀφʼ ἧς
παρέλαβεν τὴν παγαρχίαν συνεχῶς ἀπήειμεν πρὸς αὐτὸν
καλοθελῶς καὶ εὐγνωμόνως καὶ εὐνοικῶς μετὰ πάσης τῆς πρεπούσης
καὶ τῆς ομ[…]η…[…] περὶ τὸν τ[…]δαι…νην
[…]ε[…]
[…]μετὰ τοῦ τ[…]…[…]
ἕτερα νομίσματα ρ εὔσταθμα[…]ς ὑποδεξαμένῳ ἡμῖν ἐνωμότως
ἔμπροσθεν τῶν ἁγίων ὑπὸ τοῦ θεοφίλου πατρὸς καὶ ἡγουμένου
τοῦ εὐαγοὺς μοναστηρίου Ἄπα Μακροβίου τούτοις καὶ μόνοις
ἀρκεσθῆναι αὐτὸν μετὰ τὰ προσημανθέντα δημόσια ἐφιορκησαντα
ἡμῖν καὶ ἀδίκως καθʼ ἡμᾶς σὺν καὶ τῆς ἀθλίας ἡμῶν κώμης
χρησάμενον μετὰ τῶν λῃστρικῶν ἐφόδων καὶ ἀπὸ προόδων
πολλῶν ὡς εἴρηται παγανῶν τῶν καὶ τὴν κώμην ἡμῶν ἐπιπηδησάντων τ[…]…ν δίκην βαρβάρων
περ[…]
[… 1 line lost …]
παγάρχας τὸ λοιπὸν[…] ινα εἰς …[…]
ἀνευρέσει ὡς ἐκ…[…]νοστ μετρήσας κατο…δε…
ἁπαξαπλῶς. μάρτυρα γὰρ καλοῦμεν τὸν δεσπότην Θεὸν καὶ βασιλέα
βασιλευόντων Χριστὸν ὅτι συναλλάττουσιν ἡμῖν πραγματευομένοι
τοῖς ἀθλίοις κτήτορσι οἱ δανεισταὶ καὶ ἔμποροι τῆσδε τῆς χώρας κατὰ σίτου λϛ τοῦ προκιμένου νοστ
καὶ κριθῆς ἀρτάβας ξ καὶ λαχάνου ἀρτάβας ιβ καὶ οἴνου ἀγγεῖα ρ καὶ ἐκ τούτου ἡ ἄρουρα ἐβαρύθη
καὶ εἰς δημόσια καὶ εἰς τὰ δάνεια οὐκ ἀποκρίνεται εἰς τὴν τηλικαύτην
τοῦ δανειστοῦ προσότητα πάνταταῦτα μετρεῖν καὶἐμεμετρήκεμεν τὰ δημόσια καὶ
τὰ δάνεια. ὁ γὰρ ας[…]
[…]της τε ασ…ομ[…]
πραιδευομένους κ…[…] …[…]τὴν μεγάλην ἡμῶν στένωσίν τε
καὶ ἀπορίαν κατέμαθεν πράττων ὁ πανεύφημος πατρίκιος
Ἀθανάσιος ὅτι δὴ ἐν χειμῶνι τρώξιμα κατεσθίομεν
ἀντὶ τροφῆς ἄρτου καὶ οὐδὲν ἡμῖν ὑπολέλειπται σὺν τέκνοις
ἡμῶν ἐκ τῶν γῃδίων εἰς ἀποτροφὴν· ἀπὸ λεπτοκτητόρων γὰρ
σύγκειται ἡ κώμη. κατελέησεν ἡμᾶς τότε προσέταξεν μηδὲν ἀπαιτῆσαι
εἰ μὴ αὐτὰ μόνα τὰ ξηρὰ δημόσια καὶ ἕως ἄρτι εὐχαριστοῦμεν
τῷ Θεῷ ἐπὶ τούτῳ […]
[…]…ασ…π…[…]
θάλψοντα τοῖς ἀθλίοις λεπτοκτήτορσι[…]εἰ παρασταίη προστάξαι ἐπί τε δελτίῳ πάντα τὰ καθʼ ἡμᾶς δια…[…]
[…]ζωθῆναι εἴς τε ἐκδίκησιν πᾶσαν καὶ κατόρθωσιν τοῦ μεῖναι
δυνάσθαι ἡμᾶς ἐν τοῖς ἰδίοις ἀδιαστρόφως καὶ ἀταράχως
καὶ μὴ ἀναγκασθῆναι πλάζεσθαι […] …κ…
τῆς ἡμῶν πατρίδος ὑπο[…]
ήμεθα καὶ μετὰ τὴν αὐτῶν ἀποβίωσιν ὀρφανοὶ […]
γεγόναμεν ὡς ὁρᾶτε τὴν ἡλικίαν καὶ ἐξεσπάσθημεν
τῆς τοῦ θειοτάτου …η[…]η…[…]…[…]
[…]ρμ…[…]
[…]ταύτην τὴν κώμην[…]
[…]ον…αντω…[…]
[… ? lines lost …]
[Fr]
[…]…νωνος τοῦ […]
[…]κησις ομ…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.