no image
DDbDP-text
† ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ
τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν. βασιλείας τοῦ θειοτάτου
ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Νέου Τιβερίου τοῦ
αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ἑνδεκάτου Μεσορη
[…] δωδεκάτης ἰνδικτίωνος.
Αὐρηλίαις Ἐλισαβετ καὶ Ἑλλαδίᾳ ταῖς εὐγενεστάταις
[…] ἀπὸ ταύτης τῆς Ἑρμουπολιτῶν
παρὰ […]υ Πρασίου μητρὸς Τινουθίας
[…] ἀπὸ ἐποικίου καλουμένου τόπου Γεροντίου
πεδίων κώμης Μαγδώλων Μιρη τοῦ Ἑρμουπολίτου νομοῦ.
ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρ’ ὑμῶν
ἐπὶ -ετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ
τρεισκαιδεκάτης ἰνδικτίωνος τὸ ὑπάρχον ὑμῖν χωρίον
ἀμπελικὸν ζωόφυτον ἐν συστάσει ἀρουρῶν τριῶν
[…] Ἀφοῦτος σὺν φυτοῖς διαφόροις
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.