no image
DDbDP-text
Lease. House property via HGV-meta
Linked by Trismegistos ID
TM 36928.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
τῶν θείων ὀφφικίων […]Αὐρήλιος Ἰωάννης
Σαλαμᾶ μητρὸς Εὐφημίας[…]ὁρμώμενος μὲν ἀπὸ
Ἀλεξανδρείας, καταμένων δὲ ἐν τῇ αὐτῇ Ἀντινοέων. ὁμολογῶ
ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ
ἐφʼ ὃν ἐὰν βουληθῇς χρόνον λογιζόμενον ἀπὸ τοῦ ὄντος
μηνὸς Παχὼν τῆς παρούσης[…]δεκάτης ἰνδικτίονος
τὴν ὑπάρχουσάν σοι οἰκίαν ὁλόκληρον δίστεγον οἵας
ἐστὶν διαθέσεως σὺν χρηστηρίοις πᾶσι διακειμένην
ἐπὶ τῆς αὐτῆς Ἀντινοέων ἐν τῷ δ γράμματι πλινθείῳ δ ἐπὶ ῥύμης
Αψα ἐνοικίου τοῦ πρὸς ἀλλήλους συμπεφωνημένου
ἑκάστου μηνὸς ἀργυρίου μυριάδων τριακοσίων,
γίνονται μυριάδες τ , ὅπερ ἐνοίκιον κατὰ μῆνα ἕκαστον
ἀνϋπερθέτως σοι παρέξω καὶ μεθʼ ὃν βούλει χρόνον
παραδώσω σοι τὴν αὐτὴν οἰκίαν σὺν ταῖς ἐφεστώσαις θύραις δυσὶ χωρὶς κλειδῶν ὡς παρείληφα.
ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Ἰωάννης Σαλαμᾶ ὁ προκείμενος μεμίσθωμαι
καὶ ἀποδώσω τὸ ἐνοίκιον καὶ πείθομαι πᾶσι
τοῖς ἐγγεγραμμένοις[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.