Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.6.1929
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
τῷ τιμιωτάτῳ καὶ ἀγαπητῷ πατρὶ Παπνουτίῳ Ἀθανάσιος ἐν κυρίῳ θεῷ χαίρειν. ὁ παντοκράτωρ θεὸς καὶ ὁ Χριστὸς αὐτοῦ δοίη τὴν σὴν θεοσέβειαν παραμένεινπαραμένιν ἡμῖν πολὺν χρόνον καὶ μεμνῆσθαι ἡμῶν ἐν ταῖς σαῖς προσευχαῖς· τῆς γὰρ σῆς ἁγιότητος τοῦτο διατελούσης ἔσται ἡμῖν ἁπανταχῃ ὑγιαίνειν. παρακαλῶ οὖν πυκνο τέρως ἡμῶν μνήσθητι· αἱ γὰρ παρʼ ὑμῶν διδόμεναι εὐχαὶ ἀνα λαμβάνονται διὰ τὴν ἁγίαν ἀγάπην σου, καὶ ὡς ἐὰν αἰτήσησθεαἰτήσησθαι ὑμεῖς ἐν ταῖς ἁγίαις σου προσευχαῖς εὖ ἕξει τὸ ἡμέτερον. χαριοῦμαι τῷ δικαίῳ πισθεὶς ὡς ἁπανταχῇ ποιεῖς ἡμῶν μνήμην· καὶ γὰρ οἶδα ὅτι φιλεῖς ἡμᾶς· μάλιστα δʼ ἐστὶ φροντίς μοι Διδύμης καὶ τῆς μητρός ?: ἡ γὰρ Διδύμη ον καὶ ἡ μήτηρ μου ἀνωμαλεῖἀνωμαλῖ ἀγὼν οὖν μέγιστος περὶ ἐμοῦ ἐστὶ προσπάσχοντος α καὶ ἀτονώτατα ἔχοντος· πιστεύω δὲ εἰς τὸν ἁπάντων σωτῆρα. διάγοντεςδιαγων δὲ ἐν ταύταις ταῖς νόσοις ἡδόμεθα ὅτι καὶ διὰ μερίμνης σοι γέγονεν τὸν καλὸν υἱὸν Ὡρίωνα ἀποστεῖλαιἀποστῖλαι πρὸς ἡμᾶς. Θεοδόσιος, σθ, Ἀντίοχος, Διδύμη, ἡ μήτηρ, πάντες οἱ τοῦ ἡμετέρου οἰκου πολλά σε καὶ προσκυνοῦμεν καὶ προσαγορεύομεν, τιμιώτατε ἀγαπητὲ πάτερ. ἐρρωμένον σε ἡ θεία διαφυλάξειεδιαφυλαξει πρόνοια ἐπὶ μή κιστον χρόνον ἀεὶ μιμνησκόμενονμειμνησκόμενον ἡμῶν, ἀγαπητέ, τιμιώτατε. τῷ τιμιωτάτῳ καὶ ἀγαπητῷ πατρὶ Παπνουτίῳ Ἀθανάσιος ἐν κυρίῳ θεῷ.Cross-references (3)
- TM-Text 32662 primary
- DDbDP-Text p.lond;6;1929 tier-1
- HGV-Text 32662 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.