no image
DDbDP-text
Letter from Hierokles to Zenon about the athletic training of Pyrrhos. A letter from Hierokles in Alexandria to Zenon, agent of the finance minister Apollonios, about the boy Pyrrhos, who is being trained as an athlete in the palaestra while continuing his schooling. Hierokles reports the trainer Ptolemaios's confidence that Pyrrhos will win, and asks Zenon for a bedcover, a chest and honey. machine translation
Linked by Trismegistos ID
TM 2384.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἱεροκλῆς Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ ἐν τοῖς λοιποῖς ἀπαλλάσσεις κατὰ νοῦν,
καλῶς ἂν ἔχοι. ὑγιαίνω δὲ καὶ αὐτὸς. ἔγραψάς μοι περὶ Πύρρου ὅτι εἰ μὲν ἡμεῖς ἐπιστάμεθα
ἀκριβῶς ὅτι νικήσει, ἀλείφειν, εἰ δὲ μή, μὴ συνβῆι αὐτὸν ἀπό τε τῶν γραμμάτων ἀποσπασθῆναι
καὶ ἀνήλωμα μάταιον προσπεσεῖν. ἀπὸ μὲν οὖν τῶν γραμμάτων οὐ πάνυ ἀπεσπάσθη,
ἀλλὰ παραβάλλει, καὶ πρὸς τὰ λοιπὰ δὲ μαθήματα. περὶ δὲ τοῦ ἀκριβῶς ἐπίστασθαι, οἱ θεοὶ μάλιστʼ ἂν εἰδείησαν, τῶν δὲ νῦν ὄντων πολὺ ὑπερέξειν φησὶ Πτολεμαῖος, καίπερ τὸ παρὸν λείπεται
παρὰ τὸ ἐκείνους μὲν προειληφέναι χρόνον πολύν, ἡμεῖς δὲ ἄρτι ἐναρχόμεθα ἀλείφοντες. καὶ
ἐπίστω ὅτι Πτολεμαῖος οὐ μισθοὺς ἐκπράσσεται ὥσπερ οἱ λοιποὶ ἐπιστάται, ἁπλῶς δʼ ἐλπίζει σε
στεφανῶσαι ἀνθʼ ὧν ἀγνὼς ὢν αὐτῶι πρότερος ἐβούλου εὐεργετεῖν καὶ […]
τα ποιεῖς περὶ τῆς παλαίστρας. φρόντισον δὲ καὶ περὶ τοῦ στρωματίου περὶ οὗ ἔγραψά σοι πρότερον
ἵνα καταγάγηις. καὶ ῥίσκον πρίω δραχμῶν ἓξ καὶ κατάγαγε. ἀπόστειλον δὲ καὶ μέλιτος κάδια δύο,
ἵνα ἔχωμεν· χρήσιμον γάρ ἐστι.
[v]
Ἱεροκλῆς περὶ τοῦ παιδαρίου Ζήνωνι.
ἔτους κθ, Ξανδικοῦ β,
ἐν Μέμφει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.