no image
DDbDP-text
Linked by Trismegistos ID
TM 1518.
Each record below describes this same artifact or text from a different angle.
Ζωίλωι χαίρειν οἱ γεωργοὶ οἱ ἐκ τοῦ Ἡλιοπολίτου ἐκ κώμης τῆς Φιλαδέλφου ἐκ τῶν μυρίων ἀρουρῶν. τρίτην σοι ταύτην ἔντευξιν δεδώκαμεν διὰ τὸ προεστηκέναι σε τοῦ νομοῦ. διελέγη δέ σοι καὶ Ἀπολλώνιος περὶ ἡμῶν. γίνωσκε οὖν οὐκ ὀλίγα ἡμᾶς βλαπτομένους ἐν τῆι ἐπιδημίαι ταύτηι, Δᾶμίς τε ὀλιγωρεῖ ἡμῶν καὶ οὐδὲ λόγον ἔχει. καὶ τὸν δρυμὸν τὸν ἐν τῆι γῆι ὃν ἔδει κατεργάσασθαι κεκώλυκεν ἡμᾶς, καὶ νῦν διʼ αὐτὸν κιν δυνεύει ἡ γῆ ἄσπορος γενέσθαι. γεγράφαμεν οὖν σοι ἵνα εἰδῆις. καὶ εἴ σοι δοκεῖ, εἴσαγεεἰσαγον ἡμᾶς πρὸς Ἀπολλώνιον. ἔστιν γάρ τινα ἃ βουλόμεθα ἀναγγεῖλαι ὠφέλιμα αὐτῶι. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.