Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.7.1979
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Δημήτριος Ζήνωνι χαίρειν. εὖ ἂν ἔχοι εἰ τῶι τε σώματι ὑγιαίνεις καὶ ἐν τοῖς ἄλλοις κατὰ λόγον ἀπαλλάσσεις. ὑγίαινον δὲ καὶ ἐγώκἀγώ. γίνωσκε τὸν πατέρα τε καὶ Ἀκρίσιον διασεσωιμένους εἰς οἶκον. παρόντες γάρ τινες ἐκἐγ Ῥόδου ἀνήγγελλον τὸ ποῖον ὅτι ἐν Ῥόδωι ἦν τὸ Τιμοκράτους ἤδη ἐκ Καύνου παραγεγενημένον. καὶ ἐκπλέον τες δὲ κατέλιπον τύλας τε καὶ προσκεφάλαια δερμάτινα, ἃ συνέτα ξαν ἀποστεῖλαι Κίμωνα εἰ Καῦνον. τέως μὲν οὖν οὐκ ἐκπεποίηκεν αὐτῶι ἀποστεῖλαι, ὡς ἂνδν δὲ τάχιστα, ἅμα τῆι ὡραίαι, εὐθέως ἀποστελεῖ. ἐγενήθη δὲ τὰ αἴτιονταίτιον τὸ μὴ ἀναλαβεῖν τὸν ναύκληρον ταῦτα παρὰ τὸ μὴ δύνασθαι ἀποτελωνήσασθαι, ἀλλʼ ἡμέρας πλείους ἑλκῦσαι ἕως ὅτου καὶ τὸ πλοῖον μετέωρον ὥρμει. ἴσθι δὲ καὶ τὴν μνᾶν τοῦ ἀργυρίου ἣν συν έστησας ἡμᾶς παρὰ Σωστράτου λαβεῖν οὐκ εἰληφότας ἡμᾶς. ἔδειξε δʼ ἡμῖν καὶ Δημήτριος τὸ ὑπόμνημα τὸ παρὰ σοῦ, ἐν ὧι γράφεις ἐκ τοῦ μέλιτος δοῦναι ἡμῖν. τὸ δὲ μέλι πεπραμένον ἤδη ἦν ὑπὸ τῶν περὶ Ἰσοκράτην τὸν τραπεζίτην, καὶ οὐκ ἔφασαν ἐκποεῖν οὐδʼ αὑτοῖς τὰ ἀργύριοντὰ̓ργύριον ἐβουκόλησενἐβουκόλησεμ μὲν οὖν ἡμᾶς Σώστρατος· συστήσαςσυσστήσας γὰρ ἡμῖν Προῖτον ἵνα δῶι ἐκ τοῦ μέλιτος, πάλιν ἀποσυνέταξεναποσυνετξεν ἀποτρέχων μηκέτι τὸ μέλι Προίτωι προέσθαι. ἐβουλόμην μὲν οὖν καὶ αὐτὸς ἀναπλεῦσαι πρός σε, ἀλλʼ οὐκ ἐκπεποίηκέ μοι. γράφει γὰρ Ἀντιλέων πρός σε ἐπιστολὴν ὑπὲρ μοῦ. ἔρρωσο. ἔτους λγ, Ἁθὺρ ι. Δημήτριος Ζήνωνι. περί τε τῆς μνᾶς τοῦ ἀργυρίου ὅτι οὐκ εἴληφεν, καὶ περὶ τῶν τυλῶν, ὅτι ἀπολελειμμέναι εἰσίν.Cross-references (3)
- TM-Text 1542 primary
- DDbDP-Text p.lond;7;1979 tier-1
- HGV-Text 1542 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.