no image
DDbDP-text
Letter from Iason to Zenon on taxes, sesame sowing and a canal debt. A letter from Iason to Zenon, manager of the estate of Apollonios at Philadelphia, complaining about unpaid pasture and guard taxes on pigs, reporting on sparse sesame sowing, and settling a debt of the elders of Dinneos Koite for canal work. Written on 1 May 247 BC in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 1570.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
Ἰάσων Ζήνωνι χαίρειν. γέγραφά σοι
πλεονάκις περί τε τῶν ἐννομίων
καὶ τοῦ φυλακιτικοῦ τῶν ὑικῶν ἱερείων,
καὶ οὐδεμίαν οἰκονομίαν πεποίησαι
οὐδὲ χρόνον ἤιτησαι ἐν ὧι ταξόμεθα.
ἡμεῖς δὲ ὧδε παροινούμεθα ὑπό τε
τῶν οἰκονόμων καὶ πρακτόρων.
διέγνωκα οὖν καταπλεῦσαι πρός
σε τοὺς λόγους φέρων ἵνα μὴ Θεοφίλου παραγενομένου παροινηθῶ διὰ τὸ χειρογραφῆσαί με αὐτῶι. τέταγμαι δὲ ἀφʼ οὗ τὸν διάλογον ἐποιησάμην εἰς δραχμὰς υ. τὰ δὲ ὀφειλήματά ἐστιν
ἀδύνατα τοὺς ἐν Ἡφαιστιάδι σκορδευτὰς παρέδωκα εἰς τὸ ἐννόμιον καὶ
τὰ φορτία αὐτῶν Ἀριστάνδρωι τῶι οἰκονόμωι. Ἐτέαρχος δὲ ἔφη αὑτοῦ εἶναι τὰ ἐν
τῆι γῆι καὶ αὐτὸς κεχορηγηκέναι, ὡς δʼ ἂν
κομίσωμαι, ἔφη, τό τε ἐκφόριον καὶ τὸ ἀνήλωμα,
ἐάν τι καταλείπεται κομίσασθε. καὶ ἡμεῖς
ἀφήκαμεν οὖν αὐτούς.
τὸν σπόρον τοῦ σησάμου ἐφώδευσα τῆι θ
τοῦ Φαμενώθ, καὶ ἐνῆν ἀνατολὴ ἀραιά.
ἐπιτιμῶντος δʼ ἐμοῦ Εὐδήμωι, ἔφη σε
γεγραφέναι αὐτῶι τὸ προστασσόμενον
ὑφʼ Ἡροδότου ποιεῖν, τὸν δὲ Ἡρόδοτον
[r,2]
οὐ συνπαραλαμβάνειν
αὐτὸν εἰς τὸν σπόρον
οὐδὲ ἐᾶν ἐπακολουθεῖν
τοῖς γεινομένοις, ὡσαύτως δὲ καὶ Μενίταν.
ἔφη δὲ Εὔδημος ἐμβεβλῆσθαι εἰς ἑκάστην ἄρουραν σπέρματος χοίνικες δ 𐅵. τὰ δὲ λοιπά
σοι ἀναγγελεῖ Σάτυρος·
ἐφώδευκεν γὰρ πάντα.
προσήγγειλεν ἡμῖν Τιμοκλῆς
τῶν πρεσβυτέρων τις ὀφείλειν σοι
τοὺς λοιποὺς πρεσβυτέρους τοὺς ἐν τῆι Διννέως Κοίτηι
ὃ ἀνήλωσας εἰς τὴν διώρυγα
εἰς δραχμὰς νϛ ὀβολὸν ἐφʼ ὧι ἐὰν διαλογισώμεθα πρὸς αὐτοὺς καὶ ἔλθηι εἰς ὁμόλογον, ἀφεθήσεται
τὸ ἐπιβάλλον αὑτῶι μέρος
ἀπὸ τῶν νϛ ὀβολοῦ, δραχμαὶ ϛ τετρώβολον. διαλελογισμένοι οὖν εἰσιν καὶ συνεγράψαντο δώσειν εἰς τὰ
ἀργυρικὰ τοῦ λϛ ἔτους. ἐὰν δὲ
ἡμεῖς καταβάλωμεν, ὑπολογήσομεν αὑτοῖς εἰς τὸ ἐκφόριον τοῦ λθ ἔτους.
ἔρρωσο. ἔτους λθ, Φαμενὼθ ι.
[v]
Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.