no image
DDbDP-text
Memorandum of Isidora to Zenon about bathhouse payments. A memorandum from Isidora, who operated a bathhouse, to Zenon, manager of the estate of Apollonios, disputing a claim by Maron that she owes 4 gold pieces. She explains the reduced daily payments Zenon had granted her, including during a water shortage, and asks him to investigate and have accounts for the large bathhouse settled while he is present. Mid-3rd century BC, Zenon archive. machine translation
Linked by Trismegistos ID
TM 1598.
Each record below describes this same artifact or text from a different angle.
ὑπόμνημα Ζήνωνι παρὰ
Ἰσιδώρας. τί ἐστιν ὅτι με
ἀδικεῖ Μάρων φάμενος ὀφείλειν με τέσσαρας χρυσοῦς;
ἐγὼ δὲ κατέβαλλον καθʼ ἡμέραν τὸ γινόμενον ἡμερῶν ἓξ ἀνὰ δραχμὰς ϛ.
ἐπεὶ δέ μοι οὐκ ἐξεποίει,
ἦλθόν σοι ἀξιοῦσα ἀφεῖναί μοι
καὶ ἐπεχώρησας δραχμὰς δ
τὴν ἡμέραν ἡμερῶν η.
ἐγλιπόντος δὲ τοῦ ὕδατος,
ὡς ἐμάχου μοι ξένων ἐλθόντῶν ὅτι οὐκ ἔστι ὕδωρ, ὤρυσσον
καὶ ἔλουον φρεατιαίωι, καὶ συνέταξάς μοι φέρειν δραχμὴν α τριώβολον
ἡμερῶν ἐννέα . καὶ ἧι ἡμέραι
τὸ ὕδωρ ἦλθεν αὐτὸς σὺ ἐλογίσω.
νῦν δέ φασιν Μάρων καὶ Πύρων
ἀνοίσειν Ἀπολλωνίωι ὀφείλουσάν με χρυσοῦς τέσσαρας .
εἰ οὖν δοκεῖ σοι ἐπίσκεψαι
περὶ τούτων ἵνα μὴ ἀδικηθῶ.
καὶ περὶ τοῦ μεγάλου βαλανείου σύνταξον διαλογίζεσθαί μοι αὐτοὺς ἕως σὺ
ἐνδημεῖς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.