no image
DDbDP-text
Haushaltsbuch des Soknopaios - Heiligtums (mit Festkalender) via HGV-meta
Linked by Trismegistos ID
TM 11853.
Each record below describes this same artifact or text from a different angle.
[column 1]
ἐξ ὧν τελοῦμεν εἰς λόγον διοικήσεως
ὑπὲρ μὲν ἐπιστατικοῦ ἱερέων δραχμὰς Εφ
καὶ ὑπὲρ βωμῶν δύο τῶ[…]
ὄντων ἐν Νείλου πόλει, ἑνὸς μὲν
Εἴσιδος Νεφερσῆτος θεᾶς μεγίστης,
ἑτέρου δὲ Εἴσιδος Νεφρέμμιδος
θεᾶς μεγίστης δραχμὰς Βρ προσδιαγραφόμενα δραχμὰς ρλα ὀβολὸν ἡμιωβέλιον, γίνονται δραχμαὶ Βσλα ὀβολὸς ἡμιωβέλιον
καὶ ὑπὲρ[…]… δραχμὰς ξη προσδιαγραφόμενα δραχμὰς ϛ τετρώβολον ἡμιωβέλιον χαλκοῦς 2 γίνονται δραχμαὶ οδ τετρώβολον ἡμιωβέλιον χαλκοῖ 2
ὑποκειμένουκωμογραμματέως σὺν …[…]…
[…] δραχμὰς ϙε, προσδιαγραφόμενα δραχμὰς ϛ ὀβολὸνγίνονται δραχμαὶ ρα ὀβολὸς
καὶ ὑπὲρ τέλους θυιῶν ἐλαιουργίου Σοκνοπαίου
Σοκνοπαίου Νήσου δραχμὰς ρμβ διώβολον προσδιαγραφόμενα δραχμὰς θ ὀβολὸν ἡμιωβέλιον γίνονται δραχμαὶ ρνα τριώβολον ἡμιωβέλιον
καὶ ὑπὲρ προφητείας καὶ λεσωνείας καὶ θεαγείας
Σοκνοπαίου καὶ Ἐνούπεως θεῶν Νείλου
πόλεως δραχμὰς ξδ προσδιαγραφόμενα δραχμὰς δ γίνονται δραχμαὶ ξη
προφήτῃ Σούχου θεοῦ μεγάλου […] δραχμὰς τμδ
γίνεται τάλαντον α δραχμαὶ Βυο τετρώβολον ἡμιωβέλιον χαλκοῖ 2·
καὶ ὑπὲρ ὑποκειμένου ἐπιστρατηγίᾳ γναφέων Νείλου πόλεως […] δραχμὰς σμ
ζυγοστασίου κώμης ΣοκνοπαίουΝήσου δραχμὰς κδ
ταριχευτῶν κώμης ὁμοίως[…] δραχμὰς ιϛ
λαχανοπωλῶν κώμης ὁμοίως[…] δραχμὰς ιβ
γναφέων κώμης ὁμοίως[…] δραχμὰς ιϛ
γίνονται δραχμαὶ τη προσδιαγραφόμενα δραχμὰς κ διώβολον χαλκοῦς 2, γίνονται δραχμαὶ τκη διώβολον χαλκοῖ 2·
καὶ εἰς τὸν τῆς νομαρχίας λόγον ὑπὲρ τῶν
προκειμένων ἁλιευτικῶν πλοίωνδραχμὰςχκε ὀβολὸν ἡμιωβέλιον
[column 2]
δεκανικοῦ ὁμοίως τῶν αὐτῶν πλοίων δραχμὰς ξ
καὶ ὑπὲρ ζυτηρᾶς Σοκνοπαίου Νήσου δραχμὰς σκ
καὶ εἰς τιμὴν ὀθονίων βυσσίνων στολισμῶν
τριῶν τῶν θεῶν μηνὶ Νέῳ Σεβαστῷ ζ δραχμὰς ρ
μηνὶ Φαμενὼθ θ δραχμὰς ρ
μηνὶ Ἐπεὶφ κϛ δραχμὰς ρ
τιμῆς κύφεως καὶ ἄλλων δαπανῶν δραχμὰς φ
τιμῆς κύφεως Ἁρποκράτου θεοῦ δραχμὰς ϙϛ
γενεσίοις τῶν θεῶν Σεβαστῶν εἰς θυσίας καὶ
ἐπιθύματα δραχμὰς μ
τιμῆς μύρου καὶ ζμύρνης τῶν θεῶν ἡμερῶν τριῶν δραχμὰς ξ
γίνονται δραχμαὶ Αϡα ὀβολὸς ἡμιωβέλιον
γίνονται ἐπὶ τὸ αὐτὸ τοῦ ἀναλώματος τάλαντον α δραχμαὶ Δψ ἡμιωβέλιον
λοιπαὶ λήμματος δραχμαὶ χλζ τετρώβολον χαλκοῖ 2
αἳ καὶ διαγραφόμεναι εἰς τὸν κυριακὸν λόγον ὑπὲρ ἐπικεφαλίου τῶν ὑπεραιρόντων ἱερέων.
καὶ εἰς ἔκπεψιν κατʼ ἔτος τοῖς ἁγνεύουσι ἱερεῦσι τῆς πενταφυλίας Σοκνοπαίου θεοῦ μεγάλου ἑκάστης ἡμέρας ἀνὰ πυροῦ ἀρτάβην α πυροῦ ἀρτάβαι τξε,
καὶ ὁμοίως τοῖς αὐτοῖς ἱερεῦσι Σοκνοπαίου θεοῦ μεγάλου
ταῖς κωμασίαις τῶν προκειμένων θεῶν ἁγνεύουσι
μηνὶ Σεβαστῷ α ἡμερῶν ζ ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι κη,
καὶ τῆι ιθ τοῦ αὐτοῦ μηνὸς Ἑρμαίοις ἡμερῶν ζ ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι κη
Φαῶφι ιϛ χαρμοσύνοις ἡμερῶν η ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι λβ
μηνὶ Νέῳ Σεβαστῷ ζ γενεσίοις Σοκνοπαίου θεοῦ μεγάλου
ἡμερῶν ιθἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι οϛ
Χοίακ η Γάμοις Εἴσιδος Νεφερσήους θεᾶς μεγίστης ἡμερῶν θ ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι λϛ
κϛ ὁμοίως τοῦ αὐτοῦ μηνὸς ἡμερῶν η ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι λβ
Τῦβι η καθιδρύσεως ναοῦ θεοῦ Σοκνοπαίου ἡμερῶν ζ ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι κη
[column 3]
κϛ ὁμοίως τοῦ αὐτοῦ μηνὸς Ἡρώοις ἡμερῶν ζ ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι κη
Μεχεὶρ ιβ Ῥοδοφορίοις τῶν προκειμένων θέων
ἡμερῶν ιγ ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι νβ
Φαμενωθ β καθιδρύσεως τοῦ περιβόλου ἱεροῦ Σοκνοπαίου
θεοῦ μεγάλου ἡμερῶν ζ ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι κη
θ ὁμοίως τοῦ αὐτοοῦ μηνὸς πανηγύρεως ὅλου τοῦ νομοῦ
ἡμερῶν λ ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι ρκ
Παχων α Ἐλευσινίοις ἡμερῶν ζ ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι κη
κϛ ὁμοίως τοῦ αὐτοῦ μηνὸς ἡμερῶν η ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι λβ
Παυνι κα καθιδρύσεως ναοῦ […] Σοκνοπιαίιος
θεοῦ μεγίστου ἡμερῶν ζ ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι κη
Ἐπειφ κ Σουχίοις ἡμερῶν ζ ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι κη
κϛ ὁμοίως τοῦ αὐτοῦ μηνὸς Γενεσίοις Εἴσιδος
Νεφερσήους θεᾶς μεγίστης ἡμερῶν ιθ ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι οϛ
Μεσορη κϛ καθιδρύσεως τοῦ ἱεροῦ Σοκνοπαίου θεοῦ μεγάλου
ἡμερῶν η ἀνὰ πυροῦ ἀρτάβας δ πυροῦ ἀρτάβαι λβ
ἱερεῦσι στολίζουσι τοὺς θεοὺς μηνὶ Νέῳ Σεβαστῷ ζ πυροῦ ἀρτάβαι η
μηνὶ Φαμενὼθ θ […] πυροῦ ἀρτάβαι η
μηνὶ Ἐπειφ κϛ […] πυροῦ ἀρτάβει η
ἁγνευτικαῖς κωμασίαις Εἴσιδος Νεφρέμμιδος
θεᾶς μεγίστης καὶ Ἁρποκράτου ἐν Νήσῳ […]
Γυναικῶν λεγομένῃ ἱερεῦσι Σοκνοπαίου θεοῦ μεγάλου […]
ἁγνεύουσι […]
Φαῶφι ιθ πυροῦ ἀρτάβαι ιβ
Τῦβι α καθιδρύσεως ναοῦ Εἴσιδος[…]
Νεφρέμμιδος θεᾶς μεγίστης πυροῦ ἀρτάβαι ιβ
Μεχεὶρ ιθ τοῖς αὐτοῖς ἱερεῦσι Σοκνοπαίου θεοῦ
μεγάλου […]πυροῦ ἀρτάβαι ιβ
Ἐπεὶφ θ τοῖς αὐτοῖς ἱερεῦσι[…]πυροῦ ἀρτάβαι ιβ
γίνονται ἐπὶ τὸ αὐτὸ […] πυροῦ ἀρτάβαι Αρμθ
ὑπερδαπανῶνται πυροῦ ἀρτάβαι[…]
[column 4]
καὶ εἰς τὴν καῦσιν λύχνων ἐν ἐλαίῳ χρηστῷ δαπανῶνται […]
κατ’ ἔτος τῶν προκειμένων θεῶν […] τοῖς
αὐτοῖς ἱερεῦσι Σοκνοπαίου θεοῦ μεγάλου τοῖς λυχνάπταις
ἑκάστης ἡμέρας …[…] κοτύλαι ἕξ
γίνονται ἐλαίου μετρηταὶ ιε
συνχρισμοῦ τοῖς ἱερεῦσι τῆς πενταφυλίας Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου τοῖς ἁγνεύσι
ταῖς κωμασίαις τῶν προκειμένων
θεῶν ἐλαίου μετρήταὶ ἕξ
γίνονται ἐπὶ τὸ αὐτὸ ἐλαίου μετρηταὶ κα.
ἱερεῦσι στολίζουσι τοὺς θεοὺς […]
τριῶν […]
καὶ εἰς ῥέανσιν ἀδύτου Σοκνοπαίου θεοῦ μεγάλου
Χοιακ κϛ Σαραπίοις οἴνου κεράμιον α
Τυβι ιγ Ἁρποκρατίοις οἴνου κεράμιον α
καὶ εἰς ῥέανσιν ἀδύτου κατὰ μῆνα οἴνου κεράμια γ γίνονται κεράμια λϛ
καὶ εἰς ῥέανσιν ἀδύτου ἐν Νήσῳ
Γυναικῶν λεγομένῃ οἴνου κεράμια ϛ
καὶ εἰς ῥέανσιν ἀδύτου τοῖς στολισμοῖς
τῶν θεῶν μηνὶ Ἁθυρ ζ οἴνου κεράμιον α
μηνὶ Φαμενωθ θ οἴνου κεράμιον α
μηνὶ Ἐπειφ κϛ οἴνου κεράμιον α
γίνονται οἴνου κεράμια […]
Στοτοῆτις πρεσβύτερος ὡς ἐτῶν […]
Σαταβοῦς ὡς ἐτῶν ν[…]
Στοτοῆτις ὡς ἐτῶν μ[…]
Πανεφρέμμις ὡς ἐτῶν […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.