no image
DDbDP-text
Linked by Trismegistos ID
TM 78073.
Each record below describes this same artifact or text from a different angle.
Σερήνῳ γραμματεῖ πόλεως
παρὰ Σαραπίωνος Θοώνιος ἀπελευθέρου
Ἀμοιτᾶτος Θέωνος μητρὸς Διδύμης
ἀπʼ Ὀξυρύγχων πόλεως. ἀπογράφομαι ἐφʼ οὗ ἔχω τετάρτου μέρους
οἰκίας καὶ χρηστηρίων ἐπʼ ἀμφόδου Τεμγενούθεως τὸν υἱόν
μου Ἄμμωνα μητρὸς Σαραπιάδος ἀπελευθέρας Ζωίλου
ἀπὸ τῆς αὐτῆς πόλεως
ὄντα πρὸς τὸ ἐνεστὸς ι ἔτος
ἐτῶν γ. διὸ ἀξιῶ ἐπιδιδοὺς
τὰ βιβλίδια ἀναγραφῆναι
αὐτὸν ὡς καθήκει. ἔτους ι
Αὐτοκρατόρων Καισάρων
Λουκίου Σεπτιμίου Σεουήρου
Εὐσεβοῦς Περτίνακος
Ἀραβικοῦ Ἀδιαβηνικοῦ
Παρθικοῦ Μεγίστου καὶ Μάρκου
Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς
Σεβαστῶν.
[…]…π[…]…ραμ[…]…
[…]υτου
…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.