no image
DDbDP-text
Darlehen eines Neurömers via HGV-meta
Linked by Trismegistos ID
TM 140211.
Each record below describes this same artifact or text from a different angle.
Μάρκος Αὐρήλιος Διονύσιος – ὡς δὲ
πρὶν ἢ λαβεῖν τὴν Ῥωμαίων πολιτείαν Διονύσιος Ἀλεξάνδρου τοῦ Ἀλεξάνδρου Ἀρχιστράτειος ὁ καὶ Ἀλθαιεύς – Μάρκῳ Αὐρηλίῳ
Ἱερακίωνι τῷ καὶ Ἀφροδισίῳ ὡς χρηματίζει χαίρειν.
ὁμολογῶ εἰληφέναι παρὰ σοῦ δάνειον
διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστοῦ
νομίσματος δραχμὰς ἑκατὸν πλήρης ἀριθμοῦ … κεφαλαίου τόκων
δραχμιαίων τῆς μνᾶς κατὰ μῆνα
ἕκαστον, ἃς καὶ ἐπάναγκον ἀποδώσω σοι ἐν μησὶν τρισὶν ἀπὸ τοῦ
εἰσιόντος μηνὸς Φαρμοῦθι ἀνυπερθέτως, γιγνομένης σοι τῆς
πράξεως ἔκ τ’ ἐμοῦ καὶ ἐκ τῶν
ὑπαρχόντων μοι πάντων
καθάπερ ἐκ δίκης. τὸ δὲ χειρόγραφον τοῦτο μοναχόν σοι ἐξεδόμην
ἐπὶ ὑπογραφῆς μου, ὃ καὶ κύριον
ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γενέσθαι ἐπερωτηθεὶς ὡμολόγησα.
ἔτους […] Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Φαμενὼθ α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.