no image
DDbDP-text
[r]
† τὰ γραφέντα παρὰ τῆς πατρικῆς ὑμῶν ὁσιότητος ἐδεξάμην καὶ
γνοὺς ἐξ αὐτῶν τὰ περὶ τῆς ἐν Χριστῷ ὑμῶν ῥώσεως ἐχάρην. παρακαλῶ
τὸν σὸν ἄγγελον τὸν εὖ παριστάμενον ὑμῖν μνείαν μου ποιεῖσθαι
ἐν ταῖς ὁσίαις καὶ εὐπροσδέκταις ὑμῶν εὐχαῖς ταῖς γινομέναις πρὸς
τὸν Θεόν, ὅπως δι’ αὐτῶν τύχω ἐλέους. πληροφορήσῃ ὁ Θεὸς τὸν ὁσιώτατον […]τηαν ὅτι εμμηδυ … κονια … καὶ μόνον οὐκ ἔχομεν εἰς τὸ
μοναστῆριν, καὶ εἰς μικρὸν κτίσμα τοῦ οἴκου ὑμῶν τοῦ μοναστηρίου
σχολάζουσιν. διὰ τὸν μικρὸν τοῦ λαοῦ ἐπεῖχον τοῦτον πέμψαι τῇ πατρικῇ ὑμῶν ὁσιώτητος, καὶ ἐὰν πάλιν σχολάζωσιν, τοῦτον πέμψαι ὑμῖν. ταῦτα
γράψας ὡς παρών ποδοφιλῶ τὰ ἴχνη τῆς πατρικῆς ὑμῶν ὁσιότητος μετὰ
παντὸς αὐτοῦ τοῦ τιμίου κλήρου εὔξασθαι ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, † δέσποτα ἁγιώτατε πάτερ.
[v]
† δεσπότῃ μου τὰ πάντα ὁσιωτάτῳ, πάσης τιμῆς καὶ προσκυνήσεως ἀξίῳ […]… πνευματικῷ πατρὶ καὶ Ἀββᾶ
Πέτρῳ ἐπισκοπ…
παν… Οὐνόφριος ἐκπροσώπου Ἀλεξανδρ[…]…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.