no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8915.
Each record below describes this same artifact or text from a different angle.
Δημητρίῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος
καὶ Κανώπῳ τῷ καὶ Ἀσκληπιάδῃ
βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος
καὶ κωμογραμματεῖ κώμης Καρανίδος
παρὰ Οὐαλερίας Παυλίνας διὰ
φροντιστοῦ Ὡριγένους. ἀπογράφομαι κατὰ τὰ
κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος τὰς ὑπαρχούσας μοι
περὶ κώμην Καρανίδα ἐν τόπῳ Κοιλάδι Στρουθοῦ λεγομένῳ
ἐν μιᾷ σφραγίδι γῆς ἰδιοκτήτου
ἀρούρας δύο τελούσας ἀνὰ πυροῦ μίαν ἥμισυ σωματιζομένας εἰς Οὐαλερίαν Παυλῖναν
ἠβροχηκυίας πρὸς τὸ ἐνεστὸς δέκατον ἔτος. διὸ ἐπιδίδωμι. Οὐαλερία Παυλίνα διὰ
φροντιστοῦ Ὡριγένους ἐπιδέδωκα.
ἀπεγράφη παρὰ στρατηγῷ ι ἔτους Φαμενὼθ α
ἀπεγράφη παρὰ βασιλικῷ γραμματεῖ ι ἔτους Φαμενὼθ α
Ἑριεὺς κωμογραμματεὺς ἔσχον τούτου
τὸ ἴσον εἰς ἐξέτασιν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.