no image
DDbDP-text
Letter from Harpochras to Ammonas via HGV-meta
Letter from Harpochras to his brother Ammonas. A private letter from Harpochras to his brother Ammonas, complaining that Ammonas has not written, suggesting couriers for a reply, asking for news of his health and needs, and sending greetings to the family. It dates to the late 3rd century AD. machine translation
Linked by Trismegistos ID
TM 31542.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἁρποχρᾶς Ἀμμωνᾶτι τῶι
ἀδελφῶι χαίρειν.
ἀσπάζομαί σε ἄδελφε καὶ εὔχομαί
σε ὑγιαίνειν. νὴ τὸν Σάραπιν θαυμάζω πῶς οὐκ ἔπεμψάς μοι ἐπιστολὴν διὰ Σαραπίωνος οὐδὲ διὰ
Τεχώσιδος τῆς τροφοῦ Ἑρμείνου.
μετὰ δύο ἡμέρας ἔρχεταί μου
ἄππας ἐνθάδε· δύνῃ δοῦναι Διδυμᾶτι ἢ τῷ συνερχομένῳ αὐτῷ ἐπιστόλιον. περὶ τῆς σωτηρίας σου τὸ πρῶτον γράφε μοι, δεύτερον περὶ ὧν
χρῄζεις ἐντεῦθεν. ἀσπάζομαι
Ἀμμωνᾶν τὸν πατέρα μου καὶ
τὴν μητέραν μου καὶ τὴν ἀδελφὴν καὶ τοὺς ἐν οἴκῳ πάντας καὶ
τοὺς φίλους. νὴ τοὺς θεοὺς πάντας ἤθελόν σοί τι πέμψαι καὶ οὐκ
ἔπεμψά σοι διὰ Τεχώσιδος ς[…]
[…]…[…]οις δύνῃ χρήσασθαι.
ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε
φίλτατε, μεθʼ ὧν βούλῃ
[…] Φαῶφι ιϛ.
[v]
Ἀμμωνᾶτι ἀδελφῶι
[…]…[…]
[…]ς[…]
[…] πάντων τῶν[…]
φων ἀδελφῶν ἀσπαζόμενος ἐπὶ
…ι τὴν ἀδελφὴν …ρουρειεγ καὶ τὸν ἀδελφὸν ὁμο…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.