Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mert.2.59
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
τῶι ἐν τῶι Ἀρσινοΐτηι ξενικῶν πράκτορι τῆς γεγενημένης ὑπογραφῆς ὑπόκειται τὸ ἀντίγραφον. ἔτους κζ Τῦβι ιζ. ἔτους κζ Τῦβι ιϛ ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοΐτου· χρηματισταὶ τῶν τὰς βασιλικάς, Πτολεμαῖος Πτολεμαίου Κρατεραιεύς, Ἀριστεὺς Ἀμμωνίου, οἱ τὰ βασιλικὰ καὶ προσοδικὰ καὶ ἰδιωτικὰ κρίναντες, διὰ τὸ τὸν τρίτον Ἐτέαρχον ὑποσεσεῖσθαι, ἀγορευθείσης κρίσεως Ἀσκλάπωνος τοῦ Διζαπόρεως πρὸς Ἀντιγόναν Ἀλκέτου καταστάντες ἐπιγραφέντος τῆς Ἀντιγόνας κυρίου Ἀλκέτου τοῦ Μενάνδρου, πρὸ τοῦ δικαιολογεῖσθαι ἔδωκαν ἡμῖν συγχώρησιν, ἧς ἐστὶν ἀντίγραφον τὸ ὑπο τεταγμένον. τοῖς χρηματισταῖς, ὧν εἰσαγωγεὺς Ἀρτεμίδωρος, παρὰ Ἀσκλάπωνος τοῦ Διζαπόριος καὶ παρὰ Ἀντιγόνης τῆς Ἀλκέτου μετὰ κυρίου τοῦ Ἀλκέτου τοῦ Μενάνδρου περὶ τῆς κρίσεως τῆς οὔσης ἡμῖν ἐφʼ ὑμῶν, ἥ ἐστιν περὶ τοῦ τὸν μὲν ἱματισμὸν καὶ τὴν δούλην Ὀπώραν καλουμένην ἀπηνεχθῆναι ἔχουσαν ἐν τῆι αὐτῆι διατιμήσει, τῶν δὲ τριάκοντα ταλάντων τοῦ χαλκοῦ, ἐάνπερ μηδεμία κρίσις μεταγένηται τὴν νῦν γεγενημένην, κριθῆναι ἀπολελύσθαι αὐτὸν τῶν κατὰ τὰ συμβόλαια καὶ μὴ εἶναι αὐτῆι ἔφοδον ἐπʼ αὐτὸν ἀπὸ νῦν, ἐφʼ ᾧτε καὶ αὐτὰ ἀπενηνέχθαι ἤ τὴν διατίμησιν αὐτῶν τάλαντα τεσσαράκοντα ἕξ τετρακισχιλίας ἑκατόν· συγχωροῦμεν διαλελύσθαι πρὸς ἀλλήλους ἐπὶ τοῖσδε, ὥστε τὰς μὲν κειμένας πρὸς ἀλλήλους ὁμολογίας τῆι πεντεκαιδεκάτῆι τοῦ Τῦβι τοῦ ἑβδόμου καὶ εἰκοστοῦ ἔτους εἶναι κυρίας, ὁμοίως δὲ καὶ τὴν κατʼ αὐτῶν χειρογραφίαν ὅρκου βασιλικοῦ, τῆι δὲ Ἀντιγόνηι, ἐπεὶ κεκόμισται τὴν προῖκα, μὴ εἶναι ἔφοδον ἐπὶ τὸν Ἀσκλάπωνα ἀπὸ τῶντης τοῦ συνοικισίου συναλλαγμάτων, ἀλλὰ ἀπολελύσθαι αὐτῶν, ἀπολελύσθαι δὲ καὶ τὴν Ἀντιγόνην πάντων διὰ τῆς ἐντεύξεως ἐγκεκλημένων αὐτῆι ὑπὸ τοῦ Ἀσκλάπωνος, συνελ θόντα δὲ τὸν Ἀσκλάπωνα τῶι τῆς Ἀντιγόνας πατρὶ Ἀλκέται εἰς Βούσιριν τοῦ Ἡρακλεοπολίτου ἕως τῆς τριακάδος τοῦ ἐνεστῶτος μηνός, ἐφʼ οὗ, ἵνα μὴ διαβάλληται ἡ προγεγραμμένηπρογεγραμμενηι δούλη Ὀπώρα ἀνακεχωρηκυῖα, συστήσηι περίουσαν, εἰ δὲ μή, ἐκτεῖσαι αὐτὸν τῆι Ἀντιγόναι τὴν διατίμησιν αὐτῆς χαλκοῦ τάλαντα δέκα πεντε, ἐάν δὲ καὶ ᾖ τετελευτηκυῖα, ἐκτεῖσαι αὐτῆς ὁμοίως τὸν Ἀσκλάπωνα τὰ δέκα πέντε τάλαντα τοῦ χαλκοῦ ἕως τοῦ αὐτοῦ χρόνου, ἐὰν δὲ καὶ τοῦ Ἀσκλάπωνος ἑτοίμου ὄντος συνιστάναι τὴν δούλην περίουσαν Ἀλκέτας μὴ συμπορεύηται ἐν τῶι τεταγμένωι χρόνωι, ἤ καὶ συνελθὼν καταλαμβάνηι περίουσαν, ἀπολελύσθαι τὰ ἐπέκεινα τῆς διατιμήσεωςδιατειμήσεως αὐτῆς· πεμφθῆναι δὲ τῆς συγχωρήσεως τὸ ἀντίγραφον Θέωνι τῶι τῶν ξενικῶν πράκτορι, ὅπως, ἐάν ἤτοι μὴ πᾶν δέον αὐτῆι ἐκτίνηι ἢἠι τετελευτηκυῖα ἦι Ὀπώρα ἢ καὶ τελευτήσηι ἕως τῆς τριακάδος τοῦ Τῦβι, συντέληι τῆι Ἀντιγόναι τὴν πρᾶξιν τῶν δέκα πέντε ταλάντων παρὰ τοῦ Ἀσκλάπωνος ἐν τῶι τεταγμένωι χρόνωι. ἀνέγνωσται Ἀσκλάπων συγχωρῶ κατὰ τὰ προγεγραμμένα. Ἀντιγόνα συγχωρῶ κατὰ τὰ προγεγραμμένα. Ἀλκέτας ἐπιγέγραμμαι κύριος Ἀντιγόνας συγχωρούσης κατὰ τὰ προγεγραμμένα. κρίνομεν οὖν κυρίαν αὐτοῖς εἶναι τὴν συγχώρησιν καὶ πεμφθῆναι αὐτῆςαὐτην ἀντίγραφον τῶι δηλουμένωι ξενικῶν πράκτορι, καθότι συγκεχωρήκασιν διʼ εἰσαγωγέως Ἀρτεμιδώρου τοῦ Ἰσιδώρου.Cross-references (3)
- TM-Text 5240 primary
- DDbDP-Text p.mert;2;59 tier-1
- HGV-Text 5240 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.