Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mert.2.76
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἐμίσθωσαν Σαραπίων ὁ καὶ Ἀπολλώνιος καὶ λιος ὁ καὶ Σαραπίων καὶ καὶ Ἀχιλλίων Ἀμόιτος διὰ καὶ Ἀχιλλίων διὰ Σαραπίωνος τοῦ καὶ Σαρα πίωνι Σαραπίωνος Νεοκοσμίῳ τῷ καὶ ἀπὸ δεκάτης τοῦ Ἁθὺρ μηνὸς τοῦ ἐνεστῶτος ἔτους μέχρι ἐπαγομένων πέμπτης τοῦ αὐτοῦ ἐνεστῶ τος δευτέρου καὶ εἰκοστοῦ ἔτους, τὸ ὑπάρχον αὐτοῖς ἐπʼ ἀμφόδου Ἡρῴου κεραμείου μέρος καὶ τὴν πρὸς πᾶν οἰκονομίαν μέρους τοῦ ἐργαστηρίου τούτου· ἀντὶ τοῦ ἐπιβάλλοντος αὐτοῖς μέρους καὶ πάντων τῶν κατὰ τοὺς μεμισθωμένους τόπους χρηστηρίων, ἐν οἷς οἰκοδομήματα καὶ φρέαρ, σὺν εἰσόδῳ καὶ ἐξόδῳ ἐπὶ τὴν στοάν, ἐνοικίου τῶν μεμισθωμένων καθʼ ἑ κάστην ἡμέραν ὀβολῶν ἐννέα , τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότω ὁ μεμισθωμένος τοῖς μεμισθω κόσι τὰ συναγόμενα ἐνοίκια διὰ μηνὸς ἀνυπερθέ τως, χρώμενος σὺν τοῖς παρʼ αὐτοῦ τοῖς αὐτοῖς τόποις ἀκωλύτως εἰς τὸν χρόνον, καὶ ἔχων ἐξουσίαν εἰσοικίζειν σύν αὐτῷ οὓς ἐὰν βούληται, θύρα πλησίον τοῦ φρέατος ονεν εἰς τὴν ἐκ βορρᾶ δημοσίαν ῥύμην σὺν πυλῶνι ἐφεστῶτιἐφιστωντι εἰς ταύτην τὴν θύραν, μετὰ δὲ τὸν χρόνον παρα δότω τοὺς τόπους καθαροὺς ἀπὸ κοπρίων καὶ πάσης ἀκαθαρσίας ὡς παραλαμβάνει καὶ τὰς ἐπικειμένας τοῖς τόποις θύρας τέσσαρας , καὶ κλεῖδακλεῖδαν μίαν, ἢ οὗ δʼ ἂν ὁ αὐτὸς μὴ παραδῷ τὴν ἀξίαν οὗ δʼ ἂν προσοφειλήσῃ ἀποτισάτω τὸ ἐνοίκιον μεθʼ ἡμιολίας, καὶ ἔστω ἡ πρᾶξις τοῖς με μισθωκόσι ἐκ τοῦτο αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐ τῷ πάντων, τούτων τῶν τόπων τοῦ φυλάκτρου καὶ πλινθευομένης ὄντων πρὸς τοὺς μεμισθωκότας. καὶ ἀν οικοδομήσῃ καὶ ἐπιστεγάσῃ ὁ μεμισθωμένος ἀπὸ καινῶν δοκῶν καὶ ἄλλων, τὴν τιμὴν λογιζομένων τῶν μεμισ θωκότων μετὰ τὸν χρόνον τῶν ἀναλωμάτων. κυρία ἡ μίσθωσις. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Ἁθὺρ κϛ, οὐκ ἐξόντος τῷ μεμισθωμένῳ ἑτέροις μεταμισθοῦνμεταμισθοῖν τὸ ἐργαστηρίου μέρος. χρόνος ὁ αὐτός· Σαραπίων ὁ καὶ Ἀπολλώνιος καὶ Ἀχιλλίων Ἀμόιτος διὰ Ἀπολλωνίου Ἀπολλωνίου μεμισθώκαμεν ρακιλις ὁ καὶ Σαραπίων ὡς πρόκειται.Cross-references (3)
- TM-Text 21317 primary
- DDbDP-Text p.mert;2;76 tier-1
- HGV-Text 21317 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.