no image
DDbDP-text
Letter from Apollonides to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1918.
Each record below describes this same artifact or text from a different angle.
Ἀπολλωνίδης Ζήνωνι χαίρειν. εὖ ἂν ἔχοι εἰ ἔρρωται Ἀπολλώνιός τε καὶ σὺ ἔρρωσαι· ὑγιαίνομεν δὲ καὶ ἡμεῖς. ἐκομισάμην παρʼ Ἰατροκλείους ἐρίων ὁλκὴν τάλαντα β. γράψον οὖνοὖμ μοι εἰ τεσσαρακονταμναῖα γ ἢ ταλαντιεῖα γένηται δύο στρώματα, ἢ ταλαντιεῖον ποιῶμεν καὶ τὸ τάλαντον τὸ ἄλλο φυλάττωμεν ἕως ἂν ὑμεῖς παραγένησθε· καὶ τὴν ταχίστην τοῦτο ποίησον. γράψον δὲ καὶ πότε ὑποδεχώμεθα Ἀπολλώνιον, ἵνα κατὰ καιρὸν παρα σκευασθῆι αὐτῶι ἡ οἴκησις. ἔρρωσο. ἔτους κη, Φαμενὼθ . Ἀπολλωνίδης ἀντιγραφεὺς Ζήνωνι περὶ ἐρίων τῶν παρὰ Ἰατροκλέους τάλαντα β. ἔτους κθ, Ξανδικοῦ β, ἐνἐμ Μέμφει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.