Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.1.28

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Σῶσος Ζήνωνι χαίρειν. ἐκομισάμην τὴν παρὰ σοῦ ἐπιστολήν, ἐν ἧι ἔγραψάς μοι ὑπολιπέσθαι ἀπὸ τοῦ ὑπάρχοντος ἐν τῶι πλοίωιπλοι πυροῦ ἀρτάβας ρ, τὸν δὲ λοιπὸν διαθέσθαι ὅσου ἂν δυνώμεθα πλείστου. περὶ μὲν οὖν τοῦ καταλειφθῆναι τὸν σῖτον, γνώριζε οὐ δυνατὸν ὂν ἔτι. οὐκ εἰδότες γὰρ διότι χρείαν ἕξεις ἀπεδόμεθα πάντα τὸν ὑπάρχοντα πυρὸν ἐν τῶι κατʼ Ἀφροδίτης πόλιν ὅρμωι διὰ Πτολεμαίου τοῦ παρὰ Ἀρχιβιάδου ἐπιστάτου εἰς ζ τοῦ χρυσοῦ ἀρτάβας σμα, καὶ προσεδώκαμεν τοῖς ἀγοράζουσιν ἀντὶ τοῦ γινομένου ἀνηλώματος ταῖς ρ ἀρτάβας γ. ἀνήγγελλεν δέ μοι Χάρμος δοῦναι Πυρρίχωι ἀργύριον εἰς βύρσας, ὅπως ἐξ Ἡρακλέους πόλεως ἀγοράσηι. γνώριζε οὖν οὐχ ὑπάρχον παρʼ ἡμῖν ἀργύριον τοσοῦτο ὥστε ἱκανὸν συνθεῖναι Πυρρίχωι. προσ οφείλονται γὰρ ἐν Πτολεμαίωι ἀπὸ τῆς τιμῆς τοῦ σίτου, περὶ ὧν καὶ ἐπιστολήν σοι κομίζω ἐγδοχῆς ὥστε κομίσασθαι τῆι ι τοῦ Μεχείρ, δραχμαὶ σπη καὶ παρʼ ἐμοὶ ὑπάρχουσιν δραχμαὶ υ. καλῶς ἂν οὖν ποιήσαις γράψας μοι πόθεν τε δεῖ αὐτῶι λαβόντα προσθεῖναι καὶ εἰ συναποστείλωμεν Στύρακα ὅπως παρακολουθήσωμεν ταῖς τιμαῖς· ἐπιστάμεθα γὰρ αὐτὸν ὄντα ἀξιόπιστον ἐν ταῖς τοιαύταις χρείαις. καταγηγόχα μεν δὲ καὶ τὰ οἰνάρια πάντα τὰ ὑπάρχοντα ἐν Πτολεμαίδι. ἐπίστειλον δέ μοι πόθεν δεῖ λαβόντα σῖτον καὶ η πόσον δοῦναι Ἀμμωνίωι τῶι σιτοποιῶι ὅπως ἑτοιμασθῆι σεμίδαλις. δεδώκαμεν δὲ καὶ Πυρρίχωι εἰς ἐφόδιον δραχμὰς ι. ἔρρωσο. ἔτους κθ, Μεχεὶρ ε. ἔτους κθ, Περιτίου ἐμβολίμου ϛ. Ζήνωνι. Σώσου, εἰ συναποστείληι Στύρακα μετὰ Πυρρίχου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.