Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.1.57

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Λυσανίας Θεοφίλωι χαίρειν. οἶμαι μέν σε οὐκ ἀγνοεῖν τὴν ἡμετέραν φιλοτιμίαν καὶ προθυμίαν εἰς σέ, καὶ ἐξ ἀρχῆς δὲ ὥς σου προέστημεν, ἰδόντες δέ σε ὑπὸ Δημέου συκοφαντούμενον καὶ ὃν τρόπον ὑπὸ τῶν περὶ τὸ συνέργιον συνεργούμενον εἰς τὸ κατακρῖναίκατακρεῖναί σου ἀδίκως, καὶ Ἀλκέτου δὲ τοῦ ἀδελφοῦ σε ἐγγυησαμένου ἐ νοχληθέντος αὐτοῦ τε καὶ τῶν φίλων κατὰ σύμβολον παρέξεσθαι εἰς κρίσιν ἐν ἡμέραις πέντε ἢ ἀποτίσειν τὸ ἐπικαλούμενον, σὺ δὲ οὕτως ὠλιγοψύχησαςὠλιγοψύχησας ὥστε καὶ ἐκχωρῆσαι ἄνευ ἡμῶν, πότερον, εἰ καὶ ὣς ἠβούλουἠβούλω κατα πλεῖν, οὐκ ἂν καὶ ἐφοδιάσαντές σε καὶ συμβούλους αδερεσοπηκτας ἔχοντα ἐπὶ τοὺς ἀντιδίκους καὶ τοὺς περὶ τὸ συνέργιον ἀναπλεῖν· ἐδώκαμεν γὰρ ἄν σοι ὑποθέσεις διʼ ὧν οἱ ἀντίδικοι ἂν οἴμωζον. ἔτι οὖν καὶ νῦν εἰ μὲν δύνῃ αὐτὸς ἀπὸ σαυτοῦ ἀπομεριμνήσας ἐντυχεῖν· οὐ γὰρ ἐπιτήδειον ἦν ἡμᾶς γράφειν, ἀκηκόαμεν δὲ καὶ δυνατόν σε πορίσαι προστάγματα εἰς τὸ τιμωρηθῆναι αὐτούς. γίνωσκε οὖν ἐντυχόντος Δημέου Φανίαι κατὰ Ἀλκέτου ὅτι ἐγδεξάμενος Θεόφιλον κατὰ σύμβολον παρέξεσθαι κρινόμενον οὐ παρέχεται καὶ Φανίου γεγραφότος Ἐπηράτωι κατασχεῖν τὰ γενήματα Ἀλκέτου ἕως ἂν παραγενόμενος ἐπὶ τοῦ ἀριθμοῦ διακούσηι. σὺ οὖν πειρῶ πρὸ τοῦ Φανίαν ἀναπλεῦσαι αὐτὸς φθάσαι καὶ προαναπλεύσας. εἰ δὲ μή, οὐ παρόντος σου κατακριθήσεται καὶ κινδυνεύσει ἀπο τῖσαιαποτεισαι Ἀλκέτας τὰς τ δραχμὰς. ἀλλʼ εἰ μὲν δυνατὸν πρόσταγμα λαβεῖν, εἰ δὲ μή, αὐτὸς ἀνάπλευσον, ἵνα σύ τε καὶ Ἀλ κέτας ἀπολυθῆτε καὶ μὴ συμπέσῃ μὴ παρεχομένου σε ἐπὶ τῆς κρίσεως ἀποτίνειν τὸν Ἀλκέταν τὸ ἐπικαλούμε νον, ὃ ἄνω σοι ὑπογέγραπται. καλῶς ἂν ποιήσαιςποήισαις παραγενόμενος ἐν τάχει. ἔρρωσο. ἔτους λη, Παχὼς ιδ. Θεοφίλωι. τῶι παρὰ Ἐπι στράτου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.