no image
DDbDP-text
Memorandum from Menodoros to Zenon via HGV-meta
Memorandum from Menodoros to Zenon accounting for goats and kids. A memorandum from the herdsman Menodoros to Zenon, the estate manager, accounting for goats and kids he received from several people and how they were distributed, sold, died or remain. It comes from the Arsinoite nome around 242 BC. machine translation
Linked by Trismegistos ID
TM 1967.
Each record below describes this same artifact or text from a different angle.
[r]
ὑπόμνημα παρὰ Μηνοδώρου
Ζήνωνι. ἔδει με τάξασθαι
[…]… Παῦνι ἕως Παχὼνς
τοῦ ε ἔτους μηνῶν ιβ αἰγῶν
ρκ ὁ φόρος ἀνὰ ἔριφον α δ γίνονται ἔριφοι ρν
[…]χιμαίρας λ ἃς προσέλαβον ἐν τῶι δ ἔτει ἀφόρους
καὶ παρὰ Ζάβδιτος ἀπὸ μηνὸς Φαμενὼθ
ἕως Παῦνι μηνῶν δ αἶγας ξγ ἀφʼ ὧν
ἔχει Ἐφάρμοστος αἶγας β λοιπαὶ ξα
καὶ ἐρίφους ἔχω μγ
καὶ τοῦ Μεχὶρ τῆι λ παρὰ Πύρρου αἶγας νε
καὶ ἐρίφους ιζ χωρὶς τῶν ι ὧν παρελαβ[…][…]
παρὰ Ἑρμίου αἶγας ϙ ἐρίφους ξ
γίνονται αἶγες τνϛ ἀπὸ τούτων
ἔχεις ἃς σὺ ἀπεξέδωκας τοῖς
Ἄραψιν Ξενοκλεῖ ἀπὸ Ἐπεὶφ ρ
καὶ τοῖς γ Ἄραψιν αἶγας ἄλλας ρμϛ γίνονται σμϛ
λοιπαὶ ἃς ἐγὼ ἔχω αἶγας ρι ἀφʼ ὧν εἰσιν
χίμαιραι λ
καὶ ἐρίφων κεφάλαιον σο χωρὶς τῶν ι τῶν
νηπίων τούτων ἔχει Ἰάσων ἐρίφους μ
οὓς ἀπέδοτο τοῖς μεταβόλοις καὶ Νίκων οὓς
παρέλαβεν παρὰ Ἀμμωνίας ρμθ καὶ ἐτελεύτησαν τῶν Ἑρμίου β Ζάβδιτος ε Πύρρου ε γίνονται ιβ ὧν τὰ δέρματα ἔλαβεν Δοξαῖος ἄλλους
ἔχεις σὺ αὐτὸς ιβ Γλαυκίαι διʼ ἐπιστολῆς β
ἄλλον Γλαυκίαι α καὶ ὁ υἱὸς Γλαυκίου ἔχει α
καὶ ἄλλον ἔχει Σώστρατος α καὶ τοῦ Ἐπεὶφ
ἔχεις λβ γίνονται σν λοιποὶ κ
[v]
ἔτους ε μηνὸς Τῦβι.
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.