no image
DDbDP-text
Petition to Zenon from Kallippos via HGV-meta
Appeal from Kallippos in prison to Zenon for release. A letter-petition from Kallippos, imprisoned, to Zenon, the estate manager, begging release. He warns of damage to Zenon's animals and cut hay, describes his own losses since arrest, and offers to leave his wife in prison as a pledge while his case is examined. Mid-3rd century BC, probably from the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 1986.
Each record below describes this same artifact or text from a different angle.
Ζήνωνι χαίρειν Κάλλιππος. ἐπικοιμᾶι σὺ περιορῶν με ἐν τῶι δεσμωτηρίωι; φρόντισον περὶ
τῶν κτηνῶν τῶν ὑμετέρων. γίνωσκε δὲ ὅτι, ἐὰν ἐνταῦθα ὦσι αἱ αἶγες αἱ τοῦ Δημητρίου, ἀπολοῦνται· ἱκανὴ γάρ ἐστιν ἡ ὁδὸς ἣν κατάγει εἰς τὰς νομὰς ἀπορρῆξαι αὐτάς. φρόντισον καὶ περὶ τοῦ χόρτου τοῦ
κεκομμένου ἐν Σεναρύ, ὅπως ἂν μὴ ἀπόληται· οὐ μικρὸν γάρ ἐστιν ὃ ὠφεληθήσει· ὑπολαμβάνω
ἔσεσθαι δέσμας εἰς Γ. δέομαί σου καὶ ἱκετεύω, μὴ περιίδης με ἐν τῶι δεσμωτηρίωι. ἱκανῶς
βέβλαμαι ἀφʼ οὗ ἀπῆγμαι ἀπό τοῦ κλήρου οὗ ἐμισθωσάμην ἐπὶ σοὶ πεποιθώς. οὐκ ὀλίγα βέβλαψαι ἀφʼ οὗ ἀπῆγμαι, καὶ τὰ προβάτια ἃ περιπεποίημαι ἀφʼ οὗ ἐλήλυθα πρὸς ὑμᾶς διήρπακται ὑπὸ τῶν ποιμένων ἀφʼ οὗ ἀπῆγμαι. εἰ δέ τι… σοι φαίνεται, καταλείψω τὴν γυναῖκα ἐν
τῶι δεσμωτηρίωι περὶ ἐμοῦ, ἕως ἂν ἐπισκέψῃ περὶ ὧν μοι ἐνκαλοῦσι.
εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.