no image
DDbDP-text
Antichretic Loan (ὁμολογία ἐνοικήσεως) via HGV-meta
Linked by Trismegistos ID
TM 12282.
Each record below describes this same artifact or text from a different angle.
[r]
[… 1 line lost …]
[…]οὐλὴ ὑπ[…] Ἑρμᾷ Πτολεμαίου
[…]…[…]…[…]……τοὺς μὲν Κατοίτην καὶ Πετεσοῦχον ἔχειν
παρὰ τοῦ Ἑρμᾶ ἀργυρίου ἐπισήμου Σεβαστῶν νομίσματος κεφαλαίου δραχμὰς
ἑξήκοντα παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ ἀντὶ τῶν τούτων τόκων
συγκεχωρηκέναι τοὺς ὁμολογοῦντας τῶι Ἑρμᾷ ἐνοικεῖν αὐτὸν καὶ τοὺς
παρʼ αὐτοῦ καὶ οὓς ἐὰν βούληται ἐν τῶι ὑπάρχοντι αὐτοῖς τοῖς ὁμολογοῦσι
ἐν τῇ προγεγραμμένῃ κώμῃ πατρικῶι ἐνάτῳ καὶ εἰκοσιεβδόμῳ μέρει κοινῶι καὶ ἀδιαιρέτῳ πρὸς αὐτὸν Ἑρμᾶν τῶν λοιπῶν μερῶν οἰκοπέδων καὶ τῶν συγκυρόντων πάντων καὶ βεβαιώσειν τοὺς ὁμολογοῦντας καὶ
τοὺς παρʼ αὐτῶν τῷ Ἑρμᾷ καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν ἐνοίκησιν ταύτην
πάσῃ βεβαιώσει καὶ παρεχέσθωσαν καθαρὰ ἀπὸ παντὸς ὀφειλήματος δημοσίου
τε καὶ ἰδιωτικοῦ καὶ μηδένα ἐμποιούμενον αὐτῶν μηδὲ μέρους μηδὲ κωλύοντα
ἐὰν δὲ φανῇ ὁ Ἑρμᾶς ἀνηλωκὼς δαπάνην ἐπισκευῆς ἢ ἀνοικοδομῆς καὶ
βούλωνται οἱ ὁμολογοῦντες ἀποδοῦναι ἀποδότωσαν σὺν καὶ τῷ προκειμένῳ ἀργυρίῳ,
τῆς πίστεως περὶ αὐτὸν Ἑρμᾶν οὔσης. ὑπογραφεὺς τῶν ὁμολογούντων Ἡλιόδωρος Ἡλιοδώρου ὡς ἐτῶν μδ οὐλὴ μήλῳ δεξιῷ.
Κατοίτης καὶ Πετεσοῦχος ἀμφότεροι Ὥρου καὶ ἡ μήτηρ τούτων […]ιος
Κατοίτου μετὰ κυρίου τοῦ τῆς θυγατρὸς αὐτῆς Σουήριος ἀνδρὸς
Ἀπολλωνίου τοῦ Ἀπολλωνίου ὁμολογοῦμεν ἔχειν παρὰ τοῦ Ἑρμᾶ
τὰς τοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα διὰ χειρὸς καὶ ἀντὶ τῶν τούτων τόκων
συνχωροῦμεν ἐνοικεῖν αὐτὸν ἐν τῶι ἐπιβάλλοντι ἡμῖν
ἐνάτωι καὶ εἰκοσιεβδόμῳ μέρει τόπων οἰκοπέδων
καὶ βεβαιώσομεν καὶ ἐὰν φανῇ ἀνηλωκὼς δαπάνην ἐπισκευῆς ἢ ἀνοικοδομῆς ἀποδώσομεν, τῆς πίστεως περὶ αὐτὸν
οὔσης καθὰ πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἡλιόδωρος Ἡλιοδώρου
μὴ εἰδότων γράμματα.
Ἑρμᾶς Πτολεμαίου γέγονε εἴς με ἡ ἀποχὴ καθὼς πρόκειται.
ἐντέτακται διὰ τοῦ ἐν Βακχιάδι γραφείου.
[v]
ὁμολογία Κατοίτου καὶ ἄλλων πρὸς Ἑρμᾶν
ἐνοικήσεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.