Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.11.607

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου Φαμενὼθ πέμπτῃ δευτέρας τῆς παρούσης ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτήτῃ. Φλαύιος Χριστόδωρος Θεοδώρου πραίκων τῆς ἡγεμονικῆςηγεμωνικης τάξεως ταύτης τῆς Ἀντινοέων πόλεως ἐξ ἧς καὶ ὁρμώμενος Αὐρηλίᾳ Εὐφημίᾳ θυγατρὶ Θεοδώρου χηρευούσῃχηρεούσᾳ ἀνδρὸς ἀπὸ τῆς αὐτῆς Ἀντινοέων πόλεως χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Χριστόδωρος πραίκων διὰ τῆς παρούσης ἐγγράφου ἀσφαλείας ἐσχηκέναι καὶ δεδανεῖσθαιδεδανῖσθαι παρὰ σοῦ διὰ χειρὸς εἰς χεῖράς μου εἰς ἰδίας μου καὶ ἀναγκαίας χρείας χρυσοῦ κεφαλαίου νομισμάτιον ἓν παρὰ κεράτια ἓξ ζυγῷ δημοσίῳ Ἀντινόου, γίνεται χρυσοῦ νομισμάτιον α παρὰ κεράτια ϛ τῷ αὐτῷ ζυγῷ δημοσίῳ· καὶ τοῦτο ἑτοίμως ἔχω παρασχεῖν σοι ἐγώ τε καὶ παντοῖοί μου κληρονόμοι ὁπόταν βουληθῇς διὰ τῶν κυρίως ὑπὲρ σοῦ πραττόντων μετὰ τῆς τούτου κατὰ μῆνα ἐπικερδείας, τουτέστιν ἀργυρίου τάλαντα διακόσια πεντήκοντα , δίχα πάσης ἀγνωμοσύνης καὶ ὑπερθέσεως, ὑποκειμένων σοι εἰς τοῦτο πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων· καὶ εἰς σὴν ἀσφάλειαν τὸ γράμμα τοῦτο ἐθέμην σοι ὑπογεγραμμένον κύριον ὂν καὶ βέβαιον πανταχοῦ προφερόμενον καὶ ἐφʼ ἅπαντα ἐρωτηθεὶς ὡμολόγησα δηλονότι ὑπὲρ τούτου παρεθέμην σοι λόγῳ ἐνεχύρου ὀθόνιονὀθωνιν Ταρσικὸν Αἰγύπτιον καὶ καμίσιονκαμισιν ὑποδειλικόν. σταυρία Χριστοδώρου Φλαύιος Χριστόδωρος Θεοδώρου πραίκων τῆς ἡγεμονικῆς τάξεως ὁ προγεγραμμένος· στοιχεῖ μοι καὶ ἀπο δώσω τὸ προκείμενον νόμισμα μετὰ τῆς αὐτοῦ ἐπικερδείας ὁπόταν βουληθῇς ἵνʼ ἀναλάβω τὰ ἐνέχυρα ὡς πρόκειται. Αὐρήλιος Μαγίστωρ Ὡρουωγχίου ἀπὸ Ἀντινόου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος σταυρία τρία προβαλόντος τῇ αὐτοῦ χειρί.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.