no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 12284.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Χαιρήμων Ὡριγέ νους μητρὸς Θαήσιος Ἀφονου Αὐρηλίῳ Φαμάϊτι Νεμεσίω νος μητρὸς Ταποντῶ τος ἀπὸ κώμης Τεβτύνεως. μεμίσθωμαι παρὰ σοῦ περὶ κώμην Τεβέτνυ ἐκ τοῦ Δημοσθένους κ κλήρου ἀρούρας β 𐅵 εἰς σπορὰν λαχανοσπέρ μου εἰς τὸν σπόρον τοῦ ἐνεστῶτος β ἔτους ἐφʼ ἡμισείᾳἡμισίᾳ τῶν ἐκβη σομένων καρπῶν ἐφʼ ἁλώνων, ἐμοὶ μὲν τῷ μισθουμένῳ μέρος ἥμισυ τοῦ παντὸς ἀνθʼ ὧν κατατίθεμαι εἰς τὴν γῆν σπερμά των καὶ πασῶν δα πανῶν ἀπό τε κατασπο ρᾶς μέχρι συνκομι δῆς καὶ λικμήσεως, καὶ σοὶ δὲ τῷ Φαμάϊτι τὸ λοιπὸν μέρος ἥ μισυ ἀντὶ δημοσίων τῆς γῆς καὶ φόρων· μετὰ δὲ τὴν λίκμη σιν τὰ περιγινό μεναπεριγεινόμενα ἐξ ἴσου μέρους ἀπολαβεῖν ἡμᾶς· παρέξεις δʼ ἐμοὶ ἐν τῇ κατασπορᾷ προῖκα τρία ζεύγη βοῶν, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὸν Φαμάϊν, καὶ ἐπε ρωτηθεὶς ὡμολόγη σα. ἡ μίσθωσις κυρία. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου τοῦ γενναιοτάτου Καίσαρος Σεβαστῶν, Ἁθὺρ η. Αὐρήλιος Χαιρήμων μεμίσ θωμαι ὡς πρόκειται. Αὐρήλιος Ἀμοι ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.