no image
DDbDP-text
Business Letter via APIS-papyrus
Letter from Theodoros to the excerptor Kyrillos on official business. A business letter from Theodoros, an official in the governor's staff, to his colleague Kyrillos the excerptor, about wages and allowances, reports of the pagarchs Antiochos and Theon submitted to the governor, transport of hay, and collecting gold solidi from a contractor. Early 6th century AD, probably Herakleopolis. machine translation
Linked by Trismegistos ID
TM 37323.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ δεσπότῃ μου τιμιωτάτῳ ἀδελφῷ Κυρίλλῳ
Θεόδωρος
τὸ ὑπόμνημα τοῦ βοηθοῦ[…]λιανοῦ τοῦ πολιτευομένου ἀπέστειλα σοι
…μπ…ο……διὰ Εὐδαίμονος τοῦ ἑταίρου ἡμῶν· ὅπερ δεξάμενος
κατὰ λόγον τοὺς μισθοὺς ὑπόδεξαι παρʼ αὐτοῦ καὶ τὰ βοηθητικά, παρασχόμενος
τὸ ἥμισυ τοῦ παρεχομένου τῇ μητρὶ Ἡρακλάμμωνος· οἶδας γὰρ ὅτι καὶ αὐτὴ
χρείαν ἔχει. καὶ ἐὰν ῥᾷον ἔχῃς ἐνκατάλαβε ἡμᾶς· πάνυ γὰρ ἐπιζητεῖ πάντας
ὁ κύριός μου ὁ ἄρχων. καὶ μετάδος τοῖς κυρίοις μου ἀδελφοῖς Ἀντιόχῳ καὶ
Θέωνι τοῖς παγάρχοις ὡς παραυτὰ μηδὲν μελλήσας ὑπέβαλα τὴν ἀναφορὰν
αὐτῶν, τοῦ κυρίου μου τοῦ ἀβάκτης μὴ ὄντος ἐπὶ τῆς Ἡρακλεοπολιτῶν ἀλλʼ ἐπὶ
τῆς Ἀρσινοειτῶν, καὶ γράμματα περὶ τούτου πρὸς τοὺς πολιτευομένους κατέπεμψα διὰ τοῦ αὐτοῦ Εὐδαίμονος προφάσει τῆς ἀνεγέρσεως τῶν κιόνων
τῆς βασιλικῆς. καταξίωσον δὲ ἔτι ἐπὶ τῆς πόλεως τυγχάνοντος ποιῆσαι ὅλον
τὸν χόρτον κοβαλευθῆναι, ὑπομνήσας τοὺς αὐτούς, τουτέστιν Ἀντίοχον καὶ Θέωνα,
τὰ κτήνη αὐτῶν παρασχεῖν πρὸς μεταφορὰν τούτων καθὼς καὶ ἐπηγγείλατο.
ἤδη δὲ καὶ τὸν λίβελλον τοῦ κυρίου μου ἀδελφοῦ Διδύμου ἀποστείλας, τὰς δὲ ἀναφορὰς
τοῦ δεσπότου μου τῆς ψυχῆς Ἰσιδώρου δεξάμενος παρὰ τοῦ κυρίου μου
ἀδελφοῦ Σαραπίωνος τοῦτο γάρ μοι μεταδέδωκεν ποιῶ πραχθῆναι
ἐρρῶσθαί σε εὔχομαι
πολλοῖς χρόνοις,
κύριε ἄδελφε.
[r,ms]
[…]…ν μοι ὡς ατα…οναπερι[…]
[…]…σαν…ευ…ρακατα[…]
[v]
Ἁράμμωνα τὸν κονδούκτορα ἀπαίτησον τὰ ὁλοκόττινα ἡ γὰρ χρεία αὐτῶν
πάνυ κατεπείγει ἐάσας παρὰ τῇ μητρὶ Ἡρακλάμμωνος ὃ βούλεται· Ἀνδρέας γὰρ ὁ
νουμεράριος ἀπήντησεν καὶ μέλλει σοι ὀχλῆσαι διʼ ὃ οἶδας. πάντων δὲ τῶν ὀφφικιαλίων
ἀναπεμφθέντων ἐποίησα Ζωίλον κουφισθῆναι ὡς αὐτοῦ κακουμένου. καὶ ἀνακείμενος
τὰς ἀναφορὰς παρεσχόμην τῷ κυρίῳ μου τῷ ἄρχοντι. καὶ ἤδη ὡς προεῖπον
πράττονται. παρήγγειλα δὲ καὶ τῷ κυρίῳ μου Τιμαγένει πάντας ἀναπέμψιν καὶ τουταυτοῦν αὐτῷ
ὁ κύριός μου ὁ σχολαστικός.
τῷ δεσπότῃ μου πάντων τιμιωτάτῳ ἀδελφῷ Κυρίλλῳ ἐξκέπτορι ΘεόδωροςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.