no image
DDbDP-text
Oath of the Sluice Guards via HGV-meta
Linked by Trismegistos ID
TM 12074.
Each record below describes this same artifact or text from a different angle.
Μαρεψῆμις ὡς ἐτῶν κα, οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ Πεχεῦς ὡς ἐτῶν με, οὐλὴ ἀντίχειρι ἀριστερῷ. Σοκονῶπις ὡς ἐτῶν μ, οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς. Φανῆσις ὡς ἐτῶν λθ, οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ. Γαίωι Ἰουλίωι Φιλήτωι κατασπορεῖ Ἀρσινοείτου παρὰ Μαρεψήμιος τοῦ Μαρεψήμιος Καλατύτιος καὶ καὶ Πεχεῦτος τοῦ Ψοίφιος φυλασσόντων τὴν ἀπὸ λι βὸς τῆς γεφύρης ἄφεσιν ἱερέων καὶ παρὰ Σοκονώ πιος τοῦ Σοκονώπιος καὶ Φανήσιος τοῦ Παστοοῦτος φυλασσόντων τὴν ἀπὸ ἀπηλιώτου ἄφεσιν ἱερέων. οἱ τέσσαρες ἱερεῖς τῶν ἀπὸ Τεβτύνεως τῆς Πολέμωνος μερίδος φυλάσσοντες τὰς προκι μένας ἀφέσεις δύο ὀμνύομεν Τιβέριον Καίσαρα Σεβαστὸν Νέον Αὐτοκράτορα θεοῦ Σεβαστοῦ υἱὸν εἶ μὴν φυλάξειν ἕκαστον τὴν ἰδίαν ἄφεσιν χωρὶς πάσης δαπάνης καὶ παρεδρεύσειν καθʼ ἑ κάστην ὥραν πρὸς τὸ μηδὲν ἔλαττον ἐπακολου θῆσαιἐπακλουθῆσαι, ἐὰν δὲ καί τι γένηται πρόπτωμα ἢ ἔκ ρηγμαἔκχρηγμα ἡμεῖςὑμεῖς αὐτοὶ ὑπεύθυνοι ἐσόμεθα παντὸς τοῦ ἐσομένου βλάβουςβλάβος. εὐορκοῦσι μὲν ἡμῖνὑμεῖν εὖ εἴη, ἐφιορκοῦσι δὲ τὰ ἐναντία. ἔγραψεν ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα Ἀπίων ὁ τῆς κώμης νομογράφος ἔτους ια Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ιϛ. Μαρεψῆμις ΜαρεψήμιοςΜαρεψῆμις ΚαλατύτιοςΚαλατυτις συνομώμοκασυνομόμεκα τὸντο προκίμενον ὅρκονὅρκων καὶ φυλάξω καὶ ποιήσω κα θὼςκαθὸς πρόκιται. ἔτους ια Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ιϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.