no image
DDbDP-text
Ordinance of the Salt Merchants via HGV-meta
Linked by Trismegistos ID
TM 12086.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος μηνὸς Καισαρήου κε. ἐλθόντες ἐπὶ τὸ αὐτὸ οἱ ὑπογεγραμμένοι ἄνδρες ἁλοπῶλαι τῶν ἀπὸ Τεβτύνεως ἔδοξαν
ἑαυτοῖς κοινῇ γνώμῃ προχειρίσαι τινὰ ἐξ αὑτῶν ἄνδρα ἀγαθὸν
τὸν καὶ ἐπιμελητὴν καὶ εἰσάκτην τῶν δημοσίων Ἀπύνχιν
Ὀρσεῦτος τοῦ εἰσιόντος ὀγδόου ἔτους Τιβερίου Κλαυδίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, τοῦ αὐτοῦ
Ἀπύνχεος εἰσάγοντος τὰ δημόσια τῆς αὐτῆς ἐργασίας
ἅπαντα τοῦ αὐτοῦ εἰσιόντος ἔτους, καὶ πάντας ἐπὶ τὸ αὐτὸ πωλεῖν τόν τε ἅλα ἐν τῇ προκιμένῃ κώμῃ Τεβτύνει καὶ
κεκληρῶσθαι τὸν μὲν Ὀρσεῦν μόνον πωλεῖν τὴν γύψον
ἐν τῇ προκιμένῃ κώμῃ Τεβτύνι καὶ ἐν ταῖς συνκυροῦσι κώμαις, ὑπὲρ οὗ διαγράψει χωρὶς τοῦ ἐπιβάλλοντος
αὐτῷ μέρους τῶν δημοσίων ἄλλας ἀργυρίου δραχμὰς ἑξήκοντα
ἕξ . καὶ ὁμοίως ὁ αὐτὸς Ὀρσεῦς κεκληρῶσθαι τὴν Κερκῆσιν τοῦ
πωλεῖν ἐν αὐτῇ μόνον ἅλα, ὑπὲρ οὗ διαγράψει ὁμοίως ἄλλας ἀργυρίου δραχμὰς ὀκτώ , καὶ κεκληρῶσθαι
Ἁρμιῦσιν τὸν καὶ Βελλῆν Ἁρμιύσιος μόνον τὸ πωλεῖν
ἅλα καὶ γύψον ἐν κώμῃ Τριστόμου τοῦ καὶ Βουκόλου, ὑπὲρ
οὗ τελέσει χωρὶς τοῦ ἐπιβάλλοντος αὐτῷ μέρους δημοσίων
ἄλλας ἀργυρίου δραχμὰς πέντε , ἐφʼ ᾧ πωλήσουσι τὸν ἅλα τὸν
καλὸν ἐξ ὀβολῶν δύο ἡμίσους καὶ τὸν λεπτὸν ὀβολῶν δύο
καὶ τὸν ἐπὶ τὸ λεπτότερον ὀβολοῦ ἑνὸς ἡμίσους τῷ τε
ἡμῶν μέτρῳ ἢ τῷ τοῦ θησαυροῦ. ὣς ἄν τις πωλήσῃ ἐλάττονος τούτων ζημιούσθω ὁ τοιοῦτος εἰς τὸ κοινὸν ἀργυρίου δραχμὰς ὀκτὼ καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ ἐὰν
δέ τις αὐτῶν εὑρεθῇ πεπρακὼς ἐμπόρῳ πλείω στατῆρος ἁλὸς ζημιούσθω ὁ τοιοῦτος εἰς τὸ κοινὸν ἀργυρίου
δραχμὰς ὀκτὼ καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ἐὰν δὲ
μέλλῃ ὁ ἔμπορος πλείω ἀγοράζειν δραχμῶν δ ἐπάναγκον
πάντας πωλήσειν αὐτῷ κοινῶς. ἐὰν δέ τις ἐνέγκῃ γύψον καὶ μέλλῃ πωλεῖν ἐπὶ ξένης ἐπάναγκον ἐαθήσεται ἐν τοῖς τοῦ Ὀρσεῦτος Ἁρμιύσιος μέχρι οὗ λάβῃ ἐπὶ
ξένης καὶ πωλήσῃ ἐφʼ ᾧ πίονται κατὰ μῆνας ἀεὶ τῇ κε
ἕκαστος ζύτου χοῦν ἕνα , ἐάν τε πλερετιν, ἐάν τε λι
…[…]…στάσεος, ἐπὶ μὲν κώμης δραχμὴν α, ἐπὶ δὲ ξένης δραχμὰς δ, ἐπὶ
δὲ τῆς μητροπόλεως δραχμὰς η. τὸν δὲ ἀδωσιδικοῦντα
καὶ μὴ ἀναπλεροῦντά τι τῶν δημοσίων ἢ καὶ τῶν
προσενκληθησομένων αὐτοῖς ἐξεῖναι τῷ αὐτῷ Ἀπύνχιἐνεχυράζειν αὐτοὺς ἔν τε τῇ πλατείᾳ καὶ ἐν
ταῖς οἰκίαις καὶ ἐν τῷ ἀγρῶι καὶ παραδιδόναι αὐτοὺς
καθὼς πρόκιται.
[…]… ἡγούμενος ὡς ἐτῶν λβ οὐλὴ ὀφρύι ἀριστερᾷ
[…] ἐτῶν λα οὐλὴ χειρὶ ἀριστερᾷ
[…]υτ… ὡς ἐτῶν νε οὐλὴ ποδὶ[…]…
[…] ὡς ἐτῶν …[…]……[…]
[…] ὡς ἐτῶν […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.