no image
DDbDP-text
Ὀρσεῦς ὡς ἐτῶν λ οὐλὴ ἀντικνημίῳ δεξιῶι. Γαλάτης ὡς ἐτῶν Διονύσιος ὡς ἐτῶν ν οὐλὴ καρπῶι δεξιῶι. Ὀρσεῦς Ἁρυώτου ὁμολογῶὁμολογῶι πεπρακέναι Γαλάτῃ Λυσιμάχου ὥστε αὐτῶι Γαλάτῃ καὶ ἐγγόνοις αὐ τοῦ καὶ τοῖς παρʼ αὐτοῦ εἰς μετεπιγραφὴν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντά μοι δουλικὰ σώματα δύο οἷς ὄνομα τῇ μὲν θηλείᾳθηλήᾳ Τύχη ὡς ἐτῶν ἕξ , τῶι δὲ ἄρσενι κ ὄνομα Κρονίωντῶι δὲ ἄρσενι Κρονίων ὡς ἐτῶν δύο τούτους τοιαύτους. καὶ ἀπέχω παρὰ τοῦ Γαλάτου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον πλὴν δρασμοῦ καὶ ἱερᾶς νόσου καθότι πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Διονύσιος Μάρωνος διὰ τὸ βραδύ τερα αὐτὸν γράφειν. Ὀρσεῦς Ἁρυώτου ἐπιτέταχα γράφεινγράφιν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.