no image
DDbDP-text
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ
Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου
Οὐήρου Σεβαστοῦ Θῶθ κ. διέγραψεν διὰ Σαταβοῦτος
καὶ μετόχων πρακτόρων Παβοὺς Παβοῦτος τελεσμάτων
καμήλων πρώτου ἔτους ῥυπαρὰς δραχμὰς δεκαδύο γίνονται δραχμαὶ ιβ,
Θῶθ λ ῥυπαρὰς δραχμὰς εἴκοσι γίνονται δραχμαὶ κ, Φαῶφι κθ
δραχμὰς ὀκτὼ γίνονται δραχμαὶ η καὶ τὰ προσδιαγραφόμενα συμβολικά
ἔτους τετάρτου Ἀντωνίνου καὶ Οὐήρου
τῶν κυρίων Σεβαστῶν Θῶθ γ
διέγραψεν διὰ Θεογείτονος πράκτορος Σοκνοπαίου Νήσου Σαταβοὺς
Σαταβοῦτος τελεσμάτων καμήλων γ ἔτους δραχμὰς τριάκοντα
γίνονται δραχμαὶ λ καὶ προσδιαγραφόμενα συμβολικάSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.