Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mich.8.476
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Κλαύδιος Τερεντιανὸς Κλαυδίῳ Τιβεριανῷ τῷ κυρίῳ καὶ πατρὶ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ εὐτυχεῖν μοι, ὅ μοι εὐκταῖόν ἐστιν, ὑγιαίνω δὲ καὶ αὐτὸς ἐγὼ ποιούμενός σου τὸ προσκύνημα καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σεράπιδι καὶ τοῖς συννάοις θεοῖς. γινώσκεινγεινώσκειν σε θέλω, πατήρ, κεκομίσθαικεκομικασθαι με παρὰ Ἀχιλλᾶτος καλάθιον. ὁμοίως καὶ ἄλλο καλάθιόν μοι ἐδόθη ὑπὸ τοῦ στρατιώτου, ἐν ᾧ εὗρον ἄρτους μεγάλους δύο καὶ φοινίκια καρ υωτάκαρυοτάκαρυοτα, καὶ παρὰ τοῦ πατρὸς Ἰουλίου σφυριδάλλιον καὶ τὰ ταλάριά μου καὶ θήκην μαχαιρίου. ἔπεμψέ μοι φάσιν περὶ γυναικός, γνώμην μου λαμ βάνων ἐωνεῖτό μοι. πάλαι ἂν πρὸ διετίας ἐσχήκειν εἰς τὴν οἰκίαν μου ἀλλὰ οὐκ ἐπέτρεψα ἐμαυτῷ οὐδὲ ἐπιτρέπω δίχα σου λαβεῖν τινα καὶ τὸ ἔμπαλιντουνπαλιν οὐκ ἔχεις ἀπʼ ἐμοῦ ἀκοῦσαι περὶ τοῦ πράγμα τος τούτου. εἴ πού ἐστιν ἣν ἐὰν δοκῇ μοι κατενέγκαι ἡ δυναμένη μᾶλλον ὑπὲρ ἐμοῦ σοι εὐνοεῖν καὶ φροντίζειν σου πλείω ἐμοῦ, δια τελεῖται ἐμέ σοι εὐχαριστεῖν ἤ σεσυ ἐμὲ μέμψασθαι. διὰ τοῦτο ἕως σήμερον γυνὴ οὐκ εἰσῆλθέ μου εἰς τὴν οἰκίαν εἰ μὴ ἣν σὺ δοκι μάσῃς. σὺ δὲ οἶδαςοἶδες σεαυτῷσατῷ πάλιν ὅτι ἐκπλέξας σου τὰ μετέωρα ἔχω α σὺ μένεις τὸν χρόνον σου τῆς ζωῆςζοῆς ἀκίνητόςἀκείνητός μου γυ ναικὸς ἀποτάσσομαι. εἰ δὲ οὔ, ἣν ἂν δοκιμάσῃς ταύτην καὶ ἐγὼκἀγὼ θέ λω. νυκτός σοι ἔγραψα τὴν ἐπιστολὴν ταύτην εὑρὼν εὐκαιρίαν, οὐ δὲ δεδυνημένος σοι πέμψαι. καλῶς ποιήσεις ἀντι γράψας μοι περὶ τῆς σωτηρίας σου καὶ τῆς ἐπιστολῆς τὴν ἀν τιφώνησιν. ἄσπασαι πάνταςπάντες τοὺς ἐκ τοῦ Καισαρείου κατʼ ὄνομα. ἄσπασαι Δίδυμον τὸν νομικὸν πανοικί. ἐρεῖς δὲ Λονγείνῳ ὅτι ἐλπίζω πάλιν ἀναβῆναι. ἓν δὲ εὐχαριστῶ τοῖς θεοῖς ὅτι πλείονας δέδωκά σοι τῶν ὀκτὼ δραχμῶν, εἰ μή, τὸ αὐτὸ ἦν. καὶ ἐὰν ἀναβῇς εἰς Ἀρσινοείτην ὕπαγε παρὰ Κουρσίλλαν καὶ δέ ξαι τοὺς πέντε κορμοὺς τῶν ξύλων καὶ κατενέγκεις αὐτὰ ἐρχόμενος καὶ ἂν ἄλλα δυνασθῇς κατενέγκαι ἡμῖνἡμεῖν εἰς τὸν χειμῶναχειμωναν. ἀσπάζεταί σε Ἐπιτυγχάνων. ἄσπασαι πάνταςπάντες τοὺς φιλοῦνταςφιλοῦντες ἡμᾶς κατʼ ὄνομα. ἀπόδος Κλαυδίῳ Τιβεριανῷ ωι παρὰ Κλαυδίου Τερεντιανοῦ υἱοῦ λεγιῶνος στρατιώτου.Cross-references (3)
- TM-Text 27089 primary
- DDbDP-Text p.mich;8;476 tier-1
- HGV-Text 27089 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.