no image
DDbDP-text
Ammonius to Sabinus via HGV-meta
Linked by Trismegistos ID
TM 17243.
Each record below describes this same artifact or text from a different angle.
Ἀμμώνιος Σαβείνωι τῶι τιμιωτάτωιτειμιωτάτωι πλεῖστα χαίρειν. ἔγραψέ μοι Ἀπολινάριος προσκληρωθῆναι ὑπὸ Οὐαλερίου Πείου καὶ γεγονέναι σεκούτορα αὐτοῦ, ἅμα δὲ δηλῶν ὅπως Οὐαλέριος γράψῃ αὐτῶι εὐχαριστῶν αὐτῶι καὶ ἐπιδεχόμενος τὴν γενηθεῖσαν πρὸς αὐτὸν στάσιν καὶ δεξιάν, ἵνα καὶ ὅπου ποτὲ ἐὰν ὑπάγῃ ἔχῃ αὐτὸν μεθʼ ἑ αυτοῦ. διὸ παρακαλῶ σε, ἄδελφε, ἀντʼ ἐμοῦ πάλιν γενέσθαι καὶ προτρέψασθαι τὸν Οὐλέριον γράψαι τῶι Πείωι πειθόμενον τῇ ἐμῇ πίστει καὶ δεξιᾷ, ἵνα πάντοθεν ᾖς οὐ μὴ μόνον βοηθὸς τοῦ πράγματος ἀλλὰ καὶ ἀγαθὸς κυβερνήτης, υἱὸν πατρὶ χαριζόμενος. ἐὰν δέ πως δησης χρ ὥρας οὔσης τοῦ καταπλεῦσαι δήλω σόν μοι καὶ τάχιόντάχειόν σοι ἐλεύσομαι. μέντοι πείθομαί σε μηδὲ ἓν διστάζειν ἐν τοῖς προκειμένοις. πρὸ πάντων εὔχομαί σε ὑγιαίνεινὑγαίνειν. ἔρρωσό μοι, τιμιώτατετειμιώτατε Σαβεῖνε. Ἰουλίωι Σαβείνωι σημεαφόρωι ἀπὸ Ἀμμωνίου φίλου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.