no image
DDbDP-text
Private Letter via APIS-papyrus
Letter from Valerius Gemellus seeking reconciliation with his brother. A private letter from Valerius Gemellus, apparently serving in the army and living away from home, to his brother Valerius, begging him to be reconciled after a quarrel and to write about his health. He mentions praying for him at Koptos and sends thanks to his sister Thermoutharion. machine translation
Linked by Trismegistos ID
TM 27112.
Each record below describes this same artifact or text from a different angle.
Ἐπεὶφ […]
Οὐαλέριος Γέμελλος Οὐαλερίῳ […]
πλεῖστα χαίρειν. πρὸ παντὸς ὑγιαίνειν σε
εὔχομαι καὶ τὸ προσκύνημά σου ἀδιαλείπτως ποιούμενος παρὰ τοῖς τριχώμασι ἐν Κοπτῷ. ἐρωτῶ σε γράψαι μοι
καὶ οἱ θεοί σε τὸ αὐτὸ ἐρωτῶσι. εἴπερ …[…]
σε ἀγνοῶ ὀφείλεις μοι συνχωρεῖν τοῦτο μόνον. παρακληθείς, ἄδελφε, διαλλάγηθί μοι ὅπως χρήσωμαι καὶ ἐν
τῇ στρατείᾳ τῇ σῇ παρρησίᾳ. τὸ δὴ λοιπὸν μὴ εἶχές με
μηδʼ ἑξῆς ἀδελφῷ ἐξ οὗ ἐπεξενώθην; ἀλλʼ ἔχω σε δίκην
ὁσίου ἀδελφοῦ ὡς τὸν Σάραπιν.
μάλιστα δέ τις ἄλλη
ἐλπὶς οὐκ ἔστιν ὡς ἡ παρρησία τῶν ἀδελφῶν καὶ τῶν
ἰδίων. μὴ οὖν ἄλλως ποιήσῃς ἀλλὰ δήλωσόν μοι περὶ
τῆς σωτηρίας σου, καὶ πείσῃς τὴν μητέρα. καλῶς ποιήσεις
γράψαι μοι καθώς σε ἠρώτησα. ἐρρῶσθαί σε
εὔχομαι.
πρὸ παντὸς εὐχαριστῶ μου τῇ ἀδελφῇ καὶ
κυρίᾳ μου Θερμουθαρίῳ παρὰ θεοῖς καὶ …[…]
τὴν σὴν σωτηρίαν. ἄσπασαι Ἰσα…[…]
ἐρρωσθ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.