no image
DDbDP-text
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ
μηνὸς Καισαρείου κα ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ.
ὁμολογοῦσιν ἀλλήλοις Πνεφερῶς ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ πήχει ἀριστερῷ ὑπτίωι
καὶ Ψενοβάστις ὡς ἐτῶν τριάκοντα τριῶν οὐλὴ πήχειδεξιῶι ἀμφότεροι Σαταβοῦτος διηρῆσθαιπρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν γεωργίαν ὧν γεωργοῦσι περὶ Πατσῶντιν βασιλικῆς γῆς ἀρουρῶν ἐννέα ἡμίσους ὀγδόου ἑκκαιδεκάτου τετρακαιεξηκοστοῦ
καὶ τῆς Ἀνθιανῆς οὐσίας ἀρουρῶν δύο ἡμίσους καὶ ἐπανειρῆσθαι τὸν μὲν Πνεφερῶν εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος βασιλικῆς γῆς ἀρούρας τρεῖς ἥμισυ καὶ τὰς τῆς Ἀνθιανῆς οὐσίας ἀρούρας
δύο ἥμισυ ἀφʼ ὧν εἰσιν ἐν τῶι Στρατηγικῷ ἄρουραι δύο καὶ ἐν τῇ εἰσόδῳ αἱ τῆς Ἀνθιανῆς
οὐσίας ἄρουραι δύο ἥμισυ καὶ ἐν τῇ Τατνούει ἀρούρης ἥμισυ προσγειτνιῶν Κάστορι Φανομγέως
καὶ ἐν τοῖς Γεείνοις ἀρούρης ἥμισυ τέταρτον καὶ ἐν ταῖς Πεντήκοντα ἀρούρης τέταρτον
κοινὸν καὶ ἀδιαίρετον πρὸς Ἀπίωνα Φάσιος· τὸν δὲ Ψενοβάστιν εἰς τὸ καὶ αὐτῷ ἐπιβάλλον μέρος βασιλικῆς γῆς ἀρούρας ἓξὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστὸν ἀφʼ ὧν
εἰσιν ἐν τῇ τῶν Ἱππέων κοιλάδιἄρουρα μία τέταρτον καὶ ἐν ταῖς Πεντήκοντα ἄρουραι
τρεῖς καὶ ὑπὸ τὴν καινὴν διώρυγα ἄρουρα μία καὶ ἐν τῆι Τατνούει ἀρούρης ἥμισυ τέταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστὸν ξδ καὶ μετρήσειν τὰ κατʼ ἔτος ἐκφόρια καὶ φόρετρακαὶ τὰ ἄλλα ἐξακολουθοῦντα καὶ λήμψεσθαι τὰ σπέρματα ὧν ἕκαστος ἐπανείρηται ἀρουρῶν καὶ τῷπλείῳ προσγραφέντος τῇ γεωργίᾳ ἀποδώσουσι ἀμφότεροι ἐξ
ἴσου καὶ ὁπαραβὰς ἀποτισάτω τῷ ἐμμένοντι ἢ ἐμμενοῦντι
τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς
τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον μένειν τὰ προγεγραμμένα καὶ τὰ διωμολογημένα κύρια καθὼς πρόκειται. ὑπογραφεῖς τοῦ Πνεφερῶτος Ἥρων Σατύρου ὡς ἐτῶν τριάκοντα ἑπτὰ οὐλὴ μετώπῳ μέσῳ
Πνεφερῶς Σαταβοῦτος ὁμολογῶι διειρῆσθαι πρὸς τὸν ἀδελφόν μου Ψενοβάστινἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν γεωργίαν ὧν γεωργοῦμεν περὶ Πατσο͂ντιν
ἀρουρῶν ἐννέα ἡμίσους ὀγδόου ἑκκαιδεκάτου τετρακαιεξηκοστοῦ καὶ Ἀνθιανῆς οὐσίας
ἀρουρῶν δύο ἡμίσους καὶ ἐπανειρῆσθαι εἰς τὸἐπιβάλλον μοι μέρος βασιλικῆς γῆς ἀρούρας
τρεῖς ἥμισυ καὶ Ἀνθιανῆς οὐσίας ἀρούρας δύο ἥμισυ ἀφʼ ὧν εἰσιν ἐν τῷ Στρατηγικῷ ἄρουραι δύο καὶ ἐν τῇ εἰσόδῳ
αἱ τῆς Ἀνθιανῆς οὐσίας ἄρουραι δύο ἥμισυ καὶ ἐν τῇ Τατνούει ἀρούρης ἥμισυ προσγειτνιῶν Κάστορει
Φανομγέως καὶ ἐν τοῖς Γεείνοις ἀρούρηςἥμισυ τέταρτον καὶ ἐν ταῖς Πεντήκοντα ἀρούρης τέταρτον
κοινὸν καὶ ἀδιαίρετον πρὸςἈπίωνα Φάσιος καὶ ἀποδώσωι τὰ ἐκφόρια καὶ φόρετρα καὶ τὰ ἄλλα
ἐξακολουθοῦντα καὶ λήμψομαι τὰ σπέρματα ὧν ἐπανείρημαι ἀρουρῶν καὶ τῷ πλείῳ προσγραφέντος ἐδαφ…[…]…ονι
ἀποδώσω τὰ ἐκφόρια καὶ τὰ ἄλλα ἐξακολουθοῦντα κατὰ ἥμισυ μέρος καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ
Ἥρων Σατύρου μὴ εἰδότος γράμματα.Ψενοβάστις Σαταβοῦτος ὁμολογῶ διειρῆσθαι πρὸς τὸν
ἀδελφόν μου Πνεφερῶν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν γεωργίαν ὧν γεωργοῦμεν περὶ Πατσῶντιν βασιλικῆς γῆς ἀρουρῶν ἐννέα ἡμίσους ὀγδόου ἑκκαιδεκάτου τετρακαιεξηκοστοῦ καὶ Ἀνθιανῆς οὐσίας ἀρουρῶν δύο ἡμίσους καὶ ἐπανείρημαι βασιλικῆς γῆς ἀρούρας ἓξ ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστὸν ἀφʼ ὧν εἰσιν ἐν τῇ τῶν
Ἱππέων κοιλάδι ἄρουρα μία τέταρτον καὶ ἐν ταῖς Πεντήκοντα ἄρουραι τρεῖς καὶ ὑπὸ τὴν
καινὴν διώρυγα ἄρουρα μία καὶ ἐν τῆι Τατνούει ἀρούρης ἥμισυ τέταρτον ὄγδοον ἑκκαιδέκατον
τετρακαιεξηκοστὸν καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἐσοῦρις Ἐσούρεως μὴ εἰδότος γράμματα.
ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.