no image
DDbDP-text
Application for Lease of Olive Crop via HGV-meta
Linked by Trismegistos ID
TM 12053.
Each record below describes this same artifact or text from a different angle.
Διοδώρωι Ἁτρείους καὶ τῶι υἱῶι Ἁτρῆτι παρὰ Κάστορος τοῦ Πνεφερῶτος Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώ σασθαι παρὰ σοῦ τοὺς ἐπικειμένους καὶ ἐκπεπτωκότας εἰς τὸ ἐνεστὸς ἕκτον ἔτος Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἐλαικοὺς καρποὺς τῶν ὑπαρ χόντων σοι μεν Διοδώρωι περὶ Κερ κεσοῦχα ἐλαιῶνος ἀρουρῶν δύο καὶ ἧς ἔχει ὁ Ἁτρῆς περὶ Καρανίδα παρὰ Πτολεμαίου τοῦ Κάστορος κατὰ προδοματικὴν μίσθωσιν ἐλαιῶνος ἀρούρης μιᾶς, φόρου τοῦ παντὸς ἐλαίου ἐλαίνου ὑλιστοῦ νέου καθαροῦ ἀδόλου τῶν μὲν περὶ Κερκεσοῦχα ἀρουρῶν δύο μετρητοῦ ἑνός, τῆς δὲ περὶ Καρανίδα ἀρούρης μιᾶς μετρητοῦ ἑνός, ἐπὶ τὸ αὐτὸ μετρητῶν δύο ἃς καὶ ἀποδώ σω ἅμα τῷ κατασπασμῷἀνυπερθέτως ἐν μηνὶ Τῦβι ἐὰν φαίν ηται μισθῶσαι. ὡς ἐτῶν οὐλὴ γόνατι ἀριστερῷSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.