no image
DDbDP-text
Eingabe eines Kleruchen via HGV-meta
Petition of a cleruch about overassessment of an orphan's plot near Oxyrhyncha. Petition from Ptolemaios, a Macedonian cleruch and guardian of the orphan Menoitos, to the high official Pankrates, complaining that scribes overcharged the orphan's plot near Oxyrhyncha in the Arsinoite nome for the epigraphe grain levy. He asks that the collector Koinos take only the 86 artabas due and defer the rest. machine translation
Linked by Trismegistos ID
TM 2522.
Each record below describes this same artifact or text from a different angle.
Παγκράτει ἀρχισωματοφύλακι καὶ πρὸς τῆι συντάξει
παρὰ Πτολεμαίου Μακεδόνος ὀγδοηκονταρούρου τοῦ προεστηκότος
τοῦ Μενοίτου τοῦ Ὀλυμπιοδώρου ὀρφανοῦ ἑκατονταρούρου κλήρου
περὶ Ὀξύρυγχα τῆς Πολέμωνος μερίδος. ἐπὶ τῶν
κατʼ ἀγρὸν μερισμῶν τῆς ἐπιγραφῆς ἐστάθη ὑπὸ τῶν
ἀνδρῶν τοὺς σπείροντας ἕως ἀρουρῶν ν πράσσεσθαι ἐξ ὁλοσπύρου, τοὺς δʼ ἐπὶ τοσοῦτον κατὰ λόγον
τῆς σπαρησομένης. ἐν δὲ τῶι διασαφουμένωι κλήρωι
μὴ ἐσπαρμένων πλὴν ἀρουρῶν λ ὧν γένημα ἀρτάβαι ϙ
ἐξ ὧν καθήκει τάσσεσθαι εἰς τὴν ἐπιγραφὴν τοῦ
κθ ἔτους ἀρτάβας ιε ἀνθʼ ὧν παρὰ λόγον οἱ γραμματεῖς
παραγεγράφασιν παρὰ τὰ ἑσταμένα ἐξ ὁλοσπύρου ἀρτάβας ν, ὧι πλεῖον ἀρτάβαι λε, ἃς δέον ἐστιν
καταχωρισθῆναι, εἰς τὴν τοῦ κη ἔτους παραγραφομένην ἀνιππίαν καὶ στεφάνου βασιλέως ιη
γίνονται ξη καὶ εἰς τὰ γραμματικὰ ιη
γίνονται πϛ καὶ τὰς λοιπὰς ἀρτάβας δ εἰς τὸ φόρετρον καὶ χειριστικὸν καὶ τʼ ἄλλα ὥστε πάσας γεγράφθαι τὰς συνηγμένας ἀρτάβας ϙ καὶ καθόλου μηθὲν
περιλειφθῆναι. διὸ ἀξιῶ σε, ἐπεὶ οὐδὲν συνῆκται
ἐν τῶι ἔτει διὰ τοῦ τὸν κλῆρον σπαρῆναι, σύνταξαι
γράψαι Κοινῶι τῷ λογευτῆι, ἀπομετρήσαντα τὰς
πϛ ἀρτάβας τῶν πυρῶν καθότι πρόκιται, τὰ λοιπὰ ἐπέχειν
ἐπὶ τὰ νέα αὐτὸν τὸν χ[…]
χρῆναι. τούτου γὰρ γενομένου[…]
ἔσται καὶ διὰ σὲ τεύξομαι τοῦ δικαίου[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.