Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mil.vogl.2.63
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Πτολλαρίωνι υἱῷ Πτολλαρίωνος γεγυ μνασιαρχηκότος καὶ Γεμείνῳ γεγυμνασιαρχηκότι καὶ Ἀματίῳ τῷ καὶ Παυλείνῳ ἀμφοτέροις Πάτρωνος γεγυμνασιαρχηκότος παρὰ Πέννειτος Ὀρσενούφεως τοῦ Πέννειτος ἀπὸ κώμης Θεογονίδος καὶ Σύρου Δημητρίου ἀπὸ ἀμφόδου Μακεδόνων τῶν δύο γεωρ γῶν καὶ ἀλλήλων ἐγγύων εἰς ἔκτεισιν. βουλό μεθα μισθώσασθαι παρʼ ὑμῶν εἰς ἔτη ἓξ ἀπὸ τοῦ εἰσιόντος ἑνδεκάτου ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχού σας ὑμῖνὑμεῖν, τῷ μὲν Πτολλαρίωνι κατὰ τὸ ἥμισυ μέρος καὶ τοῖς περὶ Γέμεινον κατὰ τὸ λοιπὸν ἥμισυ, περὶ τὴν προκειμένην κώμην Θεογο νίδα σιτικὰς ἀρούρας ὀκτὼ ἐν τῷ λεγομένῳ Πυρροῦ κλήρῳ ἐν δυσὶ κοίταις· τὸ μὲν πρῶτον καὶ τρίτον καὶ πέμπτον ἔτος εἰς σπορὰν χόρ του καταβρώματος προβάτων, φόρου ἐπὶ τὴν τριετίαν κατʼ ἔτος ἀσπερμὶἀσπερμεὶ τῶν ὅλων ἀρουρῶν ὀκτὼ ἀργυρίου δραχμῶν ἑξήκοντα τεσσά ρων · τὸ δὲ δεύτερον καὶ τέταρτον καὶ ἕκτον ἔτος εἰς σπορὰν πυροῦ, ἐκφορίου ἐπὶ τὴν τριετίαν κατʼ ἔτος σὺν αἷς λημψόμεθα σπερ μάτων πυροῦ ἀρτάβαις ὀκτὼ τοῦ παν τος πυροῦ ἀρταβῶν ἑκατὸν ἑπτὰ πάντων ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ ἐπιτελέσο μεν τὰ κατʼ ἔτος ἔργα ὅσα καθήκει τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιουντες, καὶ τὰ ἐκ φόρια ἀποδώσομενἀποδώσωμεν κατʼ ἔτος μηνὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ μέτρῳ ἑξαχοινίκῳἑξαχοινείκῳ ἰδίῳ ὑμῶν, τῆς μετρήσεως γινομένης διὰ φροντιστῶν ὑμῶν, τὸν δὲ φόρον Φαμε νώθ, τῶν δημοσίων πάντων ὄντων πρὸς ὑμᾶς τοὺς γεούχους, τῶν δὲ κατʼ ἔτος φορέτρωνφολέτρων ἐπισπουδασμοῦ πρὸς ἡμᾶς, καὶ με τὰ τὸν χρόνον παραδώσομενπαραδώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης, ἐὰν φαίνηται μισθῶσαι.Cross-references (3)
- TM-Text 12360 primary
- DDbDP-Text p.mil.vogl;2;63 tier-1
- HGV-Text 12360 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.