Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mil.vogl.3.133

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Πτολλαρίωνι υἱῷ Πτολλαρίωνος γεγυμνασιαρχηκότος ἀφήλικι διὰ ἐπιτρόπου Σαβείνου γεγυμνασιαρχηκότος παρὰ Πτολεμαίου Θεογίτωνος τοῦ Θεογίτωνος ἀπὸ ἀμφόδου Ταμείων καὶ τοῦ υἱοῦ Ἁρποκρατίω νος καὶ Σαβείνου Πάτρωνος τοῦ Ἀπίωνος καὶ Ἰσιδώρου Ἀρέου τοῦ Πτολεμαίου, τῶν δύο ἀπὸ ἀμφόδου Θαραπείας, τῶν τεσσάρων . βουλό μεθα μισθώσασθαι παρά σου εἰς ἔτη τέσσερα ἀπὸ τοῦ εἰσιόντοςἐνεστῶτος ἕκτου ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν τὸ ὑπάρ χον σοι ἥμισυ μέρος περὶ μὲν κώμην Κερκῆσιν κλήρου ἀρουρῶν ἑπτά , περὶ δὲ κώμην Κερκεσῆφιν κλήρου ἀρουρῶν δέκα πέντε πάντων, ἢ ὅσων ἐὰν ὦσι, τὸ μὲν πρῶτον καὶ τρίτον ἔτος ἀρούρας μὲν τρεῖςτρῖς ἥμισυ εἰς σπορὰνπορὰν ὧν ἐὰν αἱρώμεθα πλὴν πυροῦ, τὰς δὲ λοιπὰς εἰς σπορὰνπορὰν χόρτου καταβρώματος βοῶν, φόρου ἐπὶ τὴν διετείαν κατʼ ἔτος ἀσπερμεὶ τῶν μὲν περὶ Κερκῆσιν ἀργυρίου δραχμῶν ἑκατὸν τεσσε ράκοντα , τῶν δὲ περὶ Κερκεσῆφιν ἀργυ ρίου δραχμῶν ἑκατὸν πεντήκοντα · τὸ δὲ δεύτερον καὶ τέταρτον ἔτος εἰς σπορὰνπορὰν πυροῦ ἐκφορίου ἐπὶ τὴν διετίανδιετείαν κατʼ ἔτος σὺν αἷς λημψόμεθα σπερμάτων τῶν μὲν περὶ Κερ κῆσιν πυροῦ ἀρτάβαις τρισὶ ἥμισυἥμισι , τοῦ παντὸς πυροῦ ἀρταβῶν πεντήκοντα δύο ἡμίσους , τῶν δὲ περὶ Κερκεσῆφιν πυροῦ ἀρτάβαις ἑπτὰ ἥμισυ , τοῦ παντὸς πυροῦ ἀρταβῶν ἐνενήκοντα μιᾶς , μέτρῳ τετραχοινίκῳ ἰδίῳ σου καὶ θαλ λοῦ κατʼ ἔτος τυρῶν β οἰῶν τεσσεράκοντα , πάν των ἀνυπολόγων καὶ ἀκινδύνων, ἄγοντες τὰ κατʼ ἔτος τῶν ἀρουρῶν ἔργα πάντα, ὅσα καθήκει, ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, καὶ τὰ ἐκφόρια ἀποδώσομεν κατʼ ἔτος μηνὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, τῆς μετρήσεως γινομένης διά τινος τῶν σῶν, τὸν δὲ φόρον μηνὶ Φαρμοῦθι, πρὸς ἡμᾶς ὄντων τῶν κα τʼ ἔτος φορέτρωνφολέτρων ἐπισπουδασμοῦ, τῆς δὲ παρα γωγῆς τῶν ἐκφορίων πρός σε, καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ ἀγρώστεως δείσηςδίσης πάσης πλὴν θρύου καλάμου. ἐὰν φαίνηται μισθῶσαι.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.