no image
DDbDP-text
Atto di divorzio via HGV-meta
Linked by Trismegistos ID
TM 12391.
Each record below describes this same artifact or text from a different angle.
ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Αὐτοκράτορος ὁμολογοῦσιν ἀλλήλοις Ἀκου σάριον Πατύνεως ὡς ἐτῶν τριάκοντα μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς Πατύνεως ς ὡς ἐτῶν ἑξήκοντα , ἀσήμου, καὶ ὁ γενόμενος τῆς Ἀκουσαρίου ἀνὴρ Παποντῶς ὡς ἐτῶν τριάκοντα οὐλὴ δακτύλῳ Ἀκουσάριον μὲν ἀπέχειν παρὰ τοῦ Πα ποντῶτος ναι επ ὅσα ἐπὶ τὸν γάμον κεκομισμένα ἠνέχθη αὐτῷ Παποντῶτι καὶ τὴν φερνὴν ἣν προσηνέγκατο δραχμῶν διακοσίων κατὰ συγγραφὴν ὁμολογίαν γάμου τετελεσμένην διὰ τοῦ αὐτοῦ γραφείουγραφίου τῷ ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Αὐτοκράτορος μηνὶ Νέῳ Σεβαστῷ. Ἀκουσάριον δὲ καὶ Παποντῶς συνῆρσθαι τὴν πρὸς ἀλλήλους συμβίωσιν καὶ ἐξεῖναι ἑκατέρῳ αὐτῶν τὰ ἑαυτοῦ οἰκονομεῖν ὡς θέληι, τῇ δὲ Ἀκουσαρίῳ ἐπι συναρμόζεσθαι ᾧ ἐὰν βούληται ἀνδρὶ ἀσυκοφαντήτῳ οὔσῃ παρὰ τοῦ Παποντῶτος καὶ τῶν παρʼ αὐτοῦ κατὰ πάντα τρόπον· περὶ δὲ ὧν ἐν τῷ τῆς συμβιώσεως χρόνῳ ὁ Πατῦνις τῆς Ἀκουσαρίου ὄνομα, παρ αὐτῷ ὑπὸ Παποντῶτος, χωρὶς τῶν τῆς φερνῆς δραχμῶν διακοσίων · ἐὰν δὲ μὴ τὴν πρᾶξιν κατὰ τοῦ Παποντῶτος ὁπηνίκα ἐὰν αἱρῆται ς κ Ἀκουσαρι vestiges vestiges vestiges vestiges ἀναγέγραπται διὰ τοῦ ἐν Τεβτύνι γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.