no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9036.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος
Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Δύστρου γ Τῦβι
γ ἐν Ἡρακλείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Ὧρος Στοτοήτιος τοῦ Ὥρου ἱερεὺς ἀπὸ κώμης Σοκνοπαίου
Νήσου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λϛ οὐλὴ μετώπῳ ἐκ δεξιῶν Στοτοήτι Τεσενούφεως ὡς ἐτῶν λβ
ἀσήμῳ ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα
παραχρῆμα διὰ χειρὸς χρῆσιν ἔντοκον
ἀργυρίου κεφαλαίου δραχμὰς ὀγδοήκοντα
τέσσαρες καὶ πυροῦ ἐν γενει νέου καθαροῦ
ἀδόλου ἀρτάβην μίαν ἥμισυ πέμπτον
μέτρῳ δρόμῳ τετραχοινίκῳ ὧν καὶ
τὴν ἀπόδωσιν ποιησάσθω ὁ Ὧρος τῷ
Στοτοῆτι ἐν μηνὶ Παῦνι […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.