Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.muench.1.13 18. Jan. 594Syene

Verkaufserklärung über einen Hofteil via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 15321. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους δωδεκάτου καὶ ὑπατείας τῆς αὐτοῦ γαληνότητος ἔτους δεκάτου Τῦβι εἰκὰς τρίτῃ τῆς δωδεκάτης ἰνδικτίονος ἐν Συήνῃ †. Αὐρηλίαι Τσώνη καὶ Τσεῦρε ἀδελφὴ αὐτῆς θυγατέρες ὁμογνήσιοι ἐκ πατρὸς αὐτῶν Ἄπα Δίου ὁρμώμεναι ἀπὸ Συήνης αἱ καὶ ἑξῆς ὑπογραφέα παρέχουσαι τὸν ὑπὲρ αὐτῶν ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς κατʼ ἐπιτροπὴν αὐτῶν προσμαρτυροῦντας τῇδε τῇ ἐγγράφῳ καὶ βεβαίᾳ καὶ ἀπαραβάτῳ ὠνιακῇ πράσει Φλαυίῳ Πατερμουθίῳ υἱῷ Μηνᾶ στρατιώτῃ ἀριθμοῦ Ἐλεφαντίνης καὶ τῇ τούτου συμβίῳ Αὐρηλίᾳ Κακὼ θυγατρὶ Ἰακώβου Πασαραῖτος καὶ ὁρμωμένοις ἀμφοτέροις ἀπὸ τῆς αὐτῆς Συήνης χαίρειν. ὁμολογοῦμεν ἡμεῖς αἱ προγεγραμμέναι Τσώνη καὶ Τσεῦρε ἀδελφὴ αὐτῆς διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ὠνιακῆς ἀσφαλείας ἐξ οἰκείας προθέσεως προσελθοῦσαι ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ βουλήσει καὶ ἀδόλῳ προαιρέσει καὶ ἀμεταθέτῳ σκοπῷ καὶ ἀναλλοιώτῳ λογισμῷ καὶ εἰλικρινεῖ συνειδήσει ὀρθῇ διανοίᾳ δίχα παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ κολακείας καὶ οἱασδήποτε ῥᾳδιουργείας κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ὡνιακὴν ἀσφάλειαν ἀλλὰ ἐξ οἰκείας προθέσεως, ἅμα δὲ ὀμνύουσαι τὸν φρικωδέστατον καὶ σεβάσμιον ὅρκον τοῦ τε παντοκράτορος θεοῦ καὶ νίκης καὶ διαμονῆς τῶν εὐσεβεστάτων ἡμῶν δεσποτῶν τῆς οἰκουμένης Φλαυίων Μαυρικίου Τιβερίου καὶ Αἰλίας Κωνσταντίνας τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων καὶ μεγίστων εὐεργετῶν, πεπρακέναι ὑμῖν σήμερον τοῖς προγεγραμμένοις Πατερμουθίῳ καὶ τῇ τούτου συμβίῳ Αὐρηλίᾳ Κακὼ καὶ καταγεγραφηκέναι ὠνιακῷ νόμῳ καὶ αἰωνίᾳ κατοχῇ καὶ παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ τὸν ἑξῆς ἅπαντα διηνεκῆ χρόνον τὸ ὑπάρχον καὶ τὸ ἐπιβάλλον πατρικὸν ἡμῖν ἥμισυ μέρος αὐλῆς τῆς σεσαθρωμένης καὶ τῆς λυβικῆς οὔσης μονοστέγου καὶ ἀστεγάστου τῆς καὶ διακειμένης κατὰ τὴν Συηνιτῶν περὶ τὸ νότινον μέρος τοῦ φρουρίου ἐπὶ λαύρας τῆς παρεμβολῆς καὶ τῆς τριπουρίνης καὶ τὸ περιελθὸν εἰς ἡμᾶς ἀπὸ δικαίας κληρονομίας τοῦ ἀναπαυσαμένου πατρὸς ἡμῶν Ἄπα Δίου καὶ αὐτοῦ εἰληφότος ἀπὸ γονέων διαδοχῆς. ἁπαξαπλῶς οὐδὲν ἡμῖν τὸ σύνολον ὑπολέλειπται ἄπρατον ἀπὸ τοῦ προδεδηλωμένου ἡμίσεως μέρους αὐλῆς, ἧς καὶ τὸ ἄλλο ἥμισυ μέρος αὐλῆς ἀνήκει ὑμῖν Πατερμουθίῳ καὶ τῇ τούτου συμβίῳ γυναικὶ ἀπὸ δωρεαστικοῦ δικαίου γράμματος παρὰ Ἰωάννου τοῦ καὶ καλουμένου Παπτσίου, ἀκολούθως τῇ προκτητικῇ ὠνῇ καὶ τῇ οὔσῃ ὑφʼ ἡμᾶς νομῇ τε καὶ δεσποτείᾳ. εἰσὶ δὲ γείτονες τῆς ἁπάσης αὐλῆς, ἀφʼ ἧς ὑμῖν πεπράκαμεν τὸ ἥμισυ μέρος αὐλῆς τῆς σεσαθρωμένης, νότου τοῦ δημοσίου τείχους τοῦ ὄρους βορρᾶ ῥύμη δημοσία λιβὸς ῥύμη δημοσία ἀπηλιώτου ὁ κοινὸς τεῖχος οἰκίας Παείωνος Ἄπα Δίου ναύτου, καὶ ἡ αὐθεντικὴ θύρα ἀνηνέῳκται εἰς βορρᾶν εἰς τὸν δημόσιον δρόμον, ἢ οἳ ἂν ὦσι γείτονες πάντη πάντοθεν ἐκ τετραγώνου καὶ ἐκ τετραπλεύρου καθὼς καὶ ἐν στόματι ὑπηγορεύσαμεν ἡμεῖς αἱ προγεγραμμέναι Τσώνη καὶ Τσεῦρε ἀδελφὴ αὐτῆς αἱ πεπρακυῖαι καὶ αἱ ἀποδόμεναι, τιμῆς τῆς πρὸς ἀλλήλους καὶ συμπεφωνημένης καὶ συναρεσάσης ἤτοι καὶ δοθείσης μεταξὺ ἡμῶν ἀμφοτέρων καὶ ἀπαραλλάκτῳ λόγῳ χρυσοῦ κεφαλαίου νομισματίου ἑνὸς τρίτου ζυγῷ Συήνης γίνεται χρυσοῦ νομισμάτιον α γ ζυγῷ Συήνης, ἥνπερ τὴν τελείαν καὶ ἀξίαν τιμὴν αὐτόθι ἡμεῖς αἱ προγεγραμμέναι αὐτῶν αἱ ἀποδόμεναι ἀπεσχήκαμεν παρʼ ὑμῶν Πατερμουθίου καὶ τῆς τούτου συμβίου Κακῶτος τῶν ὠνουμένων ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ χειρὸς εἰς χεῖρα ἡμῶν ἐξ οἴκου ὑμῶν ἀριθμῷ καὶ σταθμῷ πλήρη, μεθʼ ἣν οὐκ ἐπεξερχόμεθα οὐκ ἄλλος τις ἐκ προσώπου ἡμῶν καιρῷ πώποτε, ἀλλὰ εὐδοκοῦμεν καὶ βεβαιώσομεν ὑμῖν καὶ τοῖς μεθʼ ὑμᾶς ἡμεῖς τε καὶ οἱ μεθʼ ἡμᾶς τήνδε τὴν ὠνιακὴν συγγραφὴν πρᾶσιν πάσῃ βεβαιώσει διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ὑμῖν ἢ ἀντιποιησομένου ἐν παντὶ καιρῷ ἢ χρόνῳ πρὸς πᾶσαν βεβαίωσιν καὶ καθαροποίησιν ἰδίοις ἡμῶν ἀναλώμασι καὶ δαπανήμασι κατὰ τὸν περὶ πράσεως καὶ βεβαιώσεως νόμον πρὸς τῷ ὑμᾶς ἐντεῦθεν τοὺς προγεγραμμένους Πατερμοῦθιν καὶ τὴν τούτου σύμβιον Κακώτην τοὺς πριαμένους τοῦ προσημανθέντος ἡμίσεως μέρους αὐλῆς ἀπὸ πατρικοῦ ἡμῶν Ἄπα Δίου τῆς νῦν ἀστέγου καὶ ἀσκεπάστου οὔσης ἐκ θεμελίων ἕως ἀέρος σὺν παντὶ αὐτῆς τῷ δικαίῳ εὐθὺς καὶ παραχρῆμα διὰ τάχους ἐπικρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν τῆς προκειμένης ὁλοκλήρου αὐλῆς ἡμῶν ἤτοι ἡμίσεως μέρους ἀπὸ τῆς αὐτῆς αὐλῆς σὺν παντὶ αὐτῆς τῷ δικαίῳ διοικεῖν καὶ οἰκονομεῖν καὶ ἀνοικοδομεῖν ἐφʼ ὕψους καὶ ἐνοικεῖν ὑμῖν καὶ ἐκμισθοῦν καὶ ἀλλαγὰς ποιεῖν καὶ πωλεῖν καὶ μεταπωλεῖν καὶ μετασχηματίζειν καὶ δωρεῖσθαι καὶ χωρεῖν καὶ παραχωρεῖν καὶ χαρίζεσθαι καὶ τέκνοις καὶ ἐγγόνοις διατάσσειν καὶ κληρονόμοις καὶ διαδόχοις καταλιμπάνειν κτᾶσθαι χρᾶσθαι παντὶ ἀρέσκοντι ὑμῖν τρόπῳ καὶ παντὶ κατὰ νόμους τρόπῳ καὶ πάντα πράττειν καὶ ὅσα νόμοι ἐπιτρέπουσιν τοῖς αὐτοτελέσι δεσπόταις καὶ ὅσα τοῖς ἀναμφισβητήτοις δεσπόταις ἔξεστιν παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ κατὰ πᾶσαν ἐξουσίαν καὶ δεσποτείαν καὶ κατοχὴν αἰωνίαν κυρίως τε καὶ ἀνεπικωλύτως τοῦ αὐτοῦ ἡμίσεως μέρους ἡμῶν αὐλῆς, ἡμῶν δὲ τῶν προγεγραμμένων Τσώνη καὶ Τσεῦρε ἀδελφῶν αὐτῆς τῶν πεπρακυιῶν ἢ καὶ μηδενὸς τέκνων ἢ ἐγγόνων ἢ ξένων ἢ οἰκείων πρὸς πατρὸς ἢ πρὸς μητρὸς μὴ δυναμένων μηδὲ δυνησομένων ἐπελεύσεσθαι ὑμῖν ἢ τέκνοις ὑμῶν ἢ ἐγγόνοις ἢ διαδόχοις ἢ διακατόχοις ἢ ἐνάγειν ἢ ἐγκαλεῖν ἢ ἐγκαλέσειν ταύτης ἕνεκεν τῆς πράσεως ἢ παραβῆναι ἢ παρασαλεῦσαι ταύτην ἡμῶν τὴν πρᾶσιν ἐν τῷ νῦν καὶ ἐν μηδενὶ καιρῷ ἢ χρόνῳ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμιᾷ διὰ τὸ ὡς προείπαμεν ἀπεσχηκέναι ἡμᾶς παρʼ ὑμῶν τελείαν τὴν προτεταγμένην τιμὴν ἐν νομισματίῳ ἑνὶ τρίτῳ ζυγῷ Συήνης. τὸν δὲ ἐπελευσόμενον ὑμῖν ἢ ἀντιποιηθῆναι ἐπιχειροῦντα τούτου ἕνεκεν τοῦ ἡμίσεως μέρους ἡμῶν αὐλῆς ἐκ θεμελίων ἕως ἀέρος ἡμεῖς αἱ προγεγραμμέναι καὶ πεπρακυῖαι ἐκστήσωμεν καὶ ἐκδικήσωμεν καὶ ἀποσοβήσωμεν καὶ καθαροποιήσωμεν ἰδίοις ἡμῶν ἀναλώμασι καὶ δαπανήμασι καὶ κληρονόμων ἡμῶν. εἰ δὲ μὴ δυνηθείημεν τὴν ἐκδίκησιν καὶ τὴν καθαροποίησιν ταύτης ἕνεκεν τῆς πράσεως, ἐφʼ ᾧ ἡμᾶς διδόναι λόγῳ καταδίκης καὶ παραβάσεως χρυσοῦ νομίσματα ἓξ ζυγῷ Συήνης ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἐκ τῆς ἡμῶν ὑποστάσεως καὶ μετὰ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων ὡς προγέγραπται καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα καὶ ζημιώματα καὶ εἶθʼ οὕτως ἐπάναγκες στέρξαι καὶ ἐμμεῖναι τούτῳ τῷ ἀπαραβάτῳ καὶ ἀσαλεύτῳ ἐγγράφῳ ὠνιακῷ συμβολαίῳ μετὰ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων ὡς προγέγραπται. καὶ πρὸς ὑμῶν ἀσφάλειαν πεποιήμεθα ταύτην τὴν παροῦσαν πρᾶσιν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἀρραγῆ καὶ ἀσάλευτον καὶ ἔννομον ἁπανταχοῦ προφερομένην καὶ δημοσιευομένην ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν παντὶ τόπῳ ἢ χρόνῳ μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτύρων μαρτυρούντων κατʼ ἐπιτροπὴν ἡμῶν καὶ ἀξίωσιν καὶ ἐπερωτηθεῖσαι κατὰ πρόσωπον εἰς προσώπον ὡμολογήσαμεν καὶ ἀπελύσαμεν ταῦθʼ οὕτως καλῶς ὀρθῶς δικαίως ἔχειν ποιεῖν δώσειν φυλάττειν ἐμμένειν διατηρεῖν εἰς πέρας ἄγειν καὶ εἰς τέλος συνελάσαι, φυλαχθῆναι ἡμεῖς τε καὶ οἱ μεθʼ ἡμᾶς εἰς ἅπαντα, ἀναγνωσθέντα καὶ ἑρμηνευθέντα ἡμῖν κατὰ τὴν αἰγυπτιακὴν γλῶτταν καὶ ἀρεσθέντα ὡμολογήσαμεν καὶ ἀπελύσαμεν † † †. † Αὐρηλίαι Τσώνη καὶ Τσέρε ἀδελφὴ αὐτῆς θυγατέρες Ἄπα Δίου ἐκ μητρὸς Ῥαχὴλ ἀπὸ Συήνης αἱ προγεγραμμέναι πεπράκαμεν τὸ ἥμισυ μέρος αὐλῆς σεσαθρωμένης καὶ ἀπεσχήκαμεν παρὰ ὑμῶν τῶν ὠνουμένων τὴν τελείαν τὴν ἐγκειμένην τιμὴν ἐν νομισματίοις ἑνὶ τρίτῳ ζυγῷ Συήνης καὶ βεβαιώσομεν ὑμῖν ταύτην τὴν πρᾶσιν ἐν πάσῃ βεβαιώσει καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Λάζαρος Πέτρου ἀδιούτωρ ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδυιῶν †. † Φλαύιος Μηνᾶς Ἀβρααμίου μαρτυρῶ † †. † Φλαύιος Ψὰν Ἄρωνος στρατιώτης ἀριθμοῦ Φιλῶν κατὰ τύχην εὑρεθεὶς ἐν Συήνῃ μαρτυρῶ ἀκούσας παρὰ τῶν θεμένων † †. † Φλαύιος Παπᾶς Μηνᾶ στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †. † Φλαύιος Ἰωάννης Βίκτορος αὐγουστάλιος ἀριθμοῦ Συήνης μαρτυρῶ †. † Φλαύιος Βίκτωρ Ψαβὴτ αὐγουστάλιος ἀριθμοῦ Συήνης μαρτυρῶ †. † διʼ ἐμοῦ Φλαυίου Φοιβάμμωνος Ψενθαησίου στρατιώτου ἀριθμοῦ Συήνης ἐγένετο †. Foibam valeas †

Connections

Found at Aswan

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.