no image
DDbDP-text
Testamentshomologie unter Eheleuten via HGV-meta
Linked by Trismegistos ID
TM 12473.
Each record below describes this same artifact or text from a different angle.
ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς ἐν τῇ Σοκνοπαίουἐν Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Πανεφρέμμις Παοῦτος τοῦ Πανεφρέμμιος ὡς ἐτῶν οὐλὴ καὶ ἡ αὐτοῦ γυνὴ Θασῆς Στοτοήτιος τοῦ Κατοίτου ὡς ἐτῶν λε οὐλὴ μετὰ κυρίου τοῦ συγγενοῦς Πανεφρέμμιος τοῦ Κατοίτου ὡς ἐτῶν νε οὐλὴ εἰ μὲν συμβαίη τὸν ὁμολογοῦντα Πανεφρέμμιν πρότερον τελευτῆ σαι, εἶναι τὰ καταλειφθησόμενα ὑπʼ αὐτοῦ πάντα περὶ μὲν κώμην Ἡράκλειαν τῆς Θεμίστου μερίδος κλήρου κατοικικοῦ ἀρούρας β 𐅵 καὶ ἰδιοκτήτου ἀρούρας ϛ τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας η 𐅵 καὶ τὰτων συνκύροντασυνκυροντων πάνταπαντων ἐν μιᾷ σφραγῖδι καὶ περὶ τὴν αὐτὴν κώμην ἐν ἐποικίῳ θ ἀρουρῶν λεγομένῳ ἐν κατοικικῇ τάξει οἰκίαν καὶ αὐλὴν ἐν ᾗ ἐλαιουργεῖον ἐξηρτισμένον ὀργάνοις καὶ ἑτέροις χρηστηρίοις πᾶσιν καὶ ψιλὸν τόπον καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ τῶν συνκυρόντων πάντων ἐν μιᾷ σφραγῖδι καὶ ἐν κώμηι Σοκνοπαίου Νήσῳ ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ ἕτερον ἐλαιουργεῖον καὶ αὐλὴν καὶ τῶν συνκυρόντων πάντων καὶ ὀνικὰ κτήνη καὶ ὅσα ποτὲ ἐὰν ἐπικτή σηται καὶ ἐπίπλοα καὶ σκεύη καὶ ἐνδομενίανἐνδομενείαν πᾶσαν καὶ τὰ ἐνωφειλόμενα πάντα καθʼ ὃν δηποτεοῦν τρόπον τῇ προγεγραμμένῃ γυναικὶ Θασῆτι, καὶ τεατιοι καὶ τὰ ἐνο φειλόμεναἐνοφιλόμενα πάντα καθʼ ὃν δηποτεοῦν τρόπον τῷ προγεγραμμένῳ ἀνδρὶ Πανε φρέμμι. ἐάν τις αὐτῶν πρότερον τελευτήσῃ, εἶναι τῷ περιόντι πωλεῖν ὑποτί θεσθαι χρᾶσθαι τρόπῳ ᾧ ἐὰν προαιρῆται καὶ ἑτέροις τῶν προγεγραμμένων πάντων καὶ ποιήσουσι τὴν ἀπόδοσιν ὧν ὀφείλουσιν ἀμφότεροι, καὶ μετὰ τὴν τοῦ περιόντος τελευτὴν τὰ καταλειφθησόμενα ὑπʼ αὐτοῦ πάντα λήμψεται ὁ πρεσβύτερος υἱὸς Ἀγχῶφις τῶν ἐξ ἀμφοτέρων τέκνωντεκνα μέρη δύο ἀκολούθως τῇ τῶν ων γνώμῃ παρέξπαράξ γυναικείου κόσμου, ἐφʼ ὃν χρόνον περίεστι ὁ εἷς καὶ ἕκαστος αὐτῶν ὁλοσχερῆὁροσχελῆ ἐξουσίαν πωλεῖν ὑποτίθεσθαι χρᾶσθαι τρόπῳ ᾧ ἐὰν προαιρῆται τῶν ὑπαρχόντων αὐτῶι. ὑπογραφεύς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.