no image
DDbDP-text
[r]
† μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου
τοῦ λαμπροτάτου, Παῦνι ιθ τέλει δ ἰνδικτίωνος ἐν Ἀρσινόης.
Φλαουίῳ Ἀπίωνι τῷ ἐνδοξοτάτῳ στρατηλάτῃ
παγάρχῳ τῆς Ἀρσινοιτῶν καὶ Θεοδοσιουπολιτῶν Αὐρήλιος Νεφερᾶς υἱὸς Ἰσὰκ
σύμμαχος ἀπὸ τῆς αὐτῆς πόλεως ἀπὸ
ἀμφόδου Ψαππαλλίου χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ τῆς ὑμετέρας ἐνδοξότητος ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ διὰ Φοιβάμμωνος τοῦ εὐλαβεστάτου διακόνου
ἐπὶ τῆσδε τῆς πόλεως καὶ τοῦ αὐτοῦ ἀμφόδου Ψαππαλλίου ἐν οἰκίᾳ ἀνεῳγμένῃ εἰς
λίβα ἐν τῷ αἰθρίῳ κέλλιον ἓν ἀνεῳγμένον εἰς βορρᾶ καὶ ἐν τῷ δώματι καλύβην ἀνεῳγμένην εἰς λίβα μετὰ παντὸς αὐτῶν τοῦ δικαίου σὺν χρηστηρίοις πᾶσι […]ε[…]ς[…]
[… ? lines lost …]
[v]
μίσθωσις κελλίου καὶ καλύβης ἐπʼ ἀμφόδου Ψαππαλλίου γενομένη ὑπὸ Αὐρηλίου Νεφερᾶ υἱοῦ
Ἰσὰκ συμμάχου […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.