no image
DDbDP-text
δεκάτης ἰνδικτίωνος ἐνἐπʼ Ἀρσινόης Φλαουίῳ ΣενουθίῳΠαπνουθίῳ τῷ εὐκλεεστάτῳ δουκὶ τοῦ ἐνδοξοτάτου ἰλλουστρίου καὶ κτήτοροςκτ τῆς Ἀρσινοιτῶν πόλεως καὶ Ἰούστου τοῦ μεγαλοπρεπεστάτου διοικητοῦ οὐσίας Θεοδοσίου τοῦ τῆς ἐνδόξου μνήμης Αὐρήλιος Μηνᾶς μείζων υἱὸς Γεωργίου ἀπὸ ἐποικίου Κο τοῦ Ἀρσινοίτου νομοῦ χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ ἐπομνύμενος θεὸν παντοκράτορα ἑτοίμως ἔχειν ἕως εἰκάδος τοῦ παρόντος μηνὸς Παῦνι ἀρχῇ τῆς παρούσης δεκάτης ἰνδικτίωνος εἰς κατοχὴν ποιήσω πάντα τὰ ὄντα ἐν τῷ μου χωρίῳ ξένα πρόσωπα καὶ ταῦτα ἐπιζητήσω καὶ παραδώσω τῇ ὑμετέρᾳ εὐκλεΐᾳ. εἰ δʼ ἐπὶ τῆς προθεσμίας μὴ τοῦτο πράξω, ἐνέχεσθαί με αὐτῇ ὑπὲρ ἑκάστου προσώπου παρασχεῖν χρυσοῦ λίτρα μίαν μετὰ τοῦτὸ καὶ ὑποκεῖσθαί με τῇμειτο καὶ ὑποκεῖσθαι τῇ κεφαλητικῇ τιμωρίᾳ ω στοιχεῖ μοι πάνταSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.