no image
DDbDP-text
Petition to the Prefect via HGV-meta
Petition of an undertaker to the prefect about his hereditary post. Petition to the prefect Titius Honoratus from Petechon son of Mersis, of the village of Chosis near Hibis in the Great Oasis. He complains that five people, described as exopylitai, are trying by force to oust him from the undertaker's post he inherited from his father, and asks that their violence be stopped. machine translation
Linked by Trismegistos ID
TM 18862.
Each record below describes this same artifact or text from a different angle.
Τιτίωι Ὁνωράτωι τῷ διασημοτάτωι ἡγεμόνι
παρὰ Πετεχῶντος Μέρσιος μητρὸς Ταλαβῶνος ἀπὸ κώμης Χώσιος τῆς
Ἱβιτῶν πόλεως τῆς μεγάλης Ὀάσεως. τῇ σῇ δικαιοκρισίᾳ, δέσποτα
ἡγεμόν, θαρρῶν, ταύτην τὴν δέησιν πρὸς σέ, τὸν πάντων σωτῆρα, ποιοῦμαι
τῶν νόμων ἠρτημένην. τὰ δὲ κατ’ ἐμὲ διὰ βραχέων σοι παραθήσομαι· ὑπάρχει τῷ ἐμῷ πατρὶ τάξις ἐνταϕιαστική, ἥνπερ καὶ αὐτὸς
παρείληϕεν ἐκ γονέων, καὶ περιόντι ἐνέμετο πρὸς τὸν τῆς ζωῆς αὐτοῦ
χρόνον, μετὰ δὲ θάνατον αὐτοῦ, ἀκήρατοί σου αἱ ἀκοαί, ὡσαύτως καὶ αὐτὸς
ἐκαρπωσάμην τὰς προσόδους τῆς τάξεως ἐκ διαδοχῆς τοῦ ἡμετέρου πατρός· οὐκ οἶδα δὲ τίνι λόγῳ Πειοῦς καὶ Πειοῦς νεώτερος καὶ Ἀπολινάριος
καὶ […]χιλλος καὶ Ταπααῦς γυνὴ Παρεψάιτος, οἱ πάντες ἐξωπυλῖται,
ὥσπερ ἀπὸ μακροῦ ὕπνου ἀναστάντες, μηδεμίαν ἀγωγὴν ἔχοντες
πρὸς ἐμὲ μηδὲ μετουσίαν, τυραννικῷ τρόπῳ βούλονταί με ἐξωθεῖν
τῆς προειρημένης τάξεως, τῇ ἐντάσει τῶν νόμων ἀπειθοῦντες καὶ …α
[…]ντες ευ[…]των διὰ το[…]…ι[…]ν πλοῦτος. οὐ μόνον δὲ τοῦτο
[…]…[…]…[…]λα…ωσι[…]ταξε[…] ἀλλὰ καὶ σ…α…ην
τ… τύχην …[…]βουλεύονται συνδυάζοντες ἀλλήλοις κατ’ ἐμοῦ τοῦ μετρίου τοῦ καὶ τὰς ἀναγκαίας τροϕὰς ποριζομένου ἐκ χειρῶν μετὰ μόχθων καὶ ἰδιωτῶν. ὅθεν προορώμενος τὰς συνεχεῖς αὐτῶν βίας
καὶ πλεονεξίας ἃς κατ’ ἐμοῦ ποιοῦσι, τὴν ἐπὶ τοὺς πόδας σου καταϕυγὴν ποιοῦμαι, ἀξιῶν καὶ δεόμενος τὴν μὲν βίαν αὐτῶν εἰρχθῆναί
μου, ἐὰν δοκῇ τῇ σου […]…ου…[…]δεμοι
[…]…ητον π[…]…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.