no image
DDbDP-text
Horion an Nepheros via HGV-meta
Letter from Horion to his spiritual father Nepheros. A Christian private letter of the 4th century AD from Horion to Nepheros, whom he addresses as his spiritual father. Horion credits Nepheros's prayers for his good health, hopes to return home, offers to do whatever Nepheros needs while he is away (probably at Alexandria), and sends greetings to family members. machine translation
Linked by Trismegistos ID
TM 33563.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ δεσπότῃ μου πατρὶ Νεφερῶτι
Ὡρίων ἐν κυρίῳ θεῷ χαίρειν.
προηγουμένως εὔχομαι τῷ παντοκράτορι θεῷ περὶ τῆς ὁλοκληρίας σου
ὅπως ὑγιαίνοντί σοι καὶ εὐθυμοῦντι
ἀποδοθείη ταῦτά μου τὰ γράμματα.
γιγνώσκω οὖν, δέσποτά μου πάτερ, ὅτι μετὰ τὸν δεσπότην θεὸν αἱ προσευχαί
σου ὑγιαίνοντά με ἤνεγκαν καὶ
πάλιν θαρρῶ τῷ δεσπότῃ θεῷ
διὰ τῶν ὑμῶν προσευχῶν εἰς
τέλος ἀποκατασταθῆναι ἡμᾶς εἰς τοὺς
οἴκους ἡμῶν· γιγνώσκω γὰρ ὅτι
ὅσον ἐν μνήμῃ με ἔχεις ἐν ταῖς
προσευχαῖς σου οὐκ ἐνκαταλείπει με
ὁ δεσπότης θεός. καὶ ἐάν ἐσμεν ἐνταῦθα μὴ ὀκνήσῃς γράψαι μοι περὶ ὧν
χρείαν ἔχεις· ἡδέως γὰρ ἔχω ἐάν μοι
κελεύσῃς εἰς ὃ ἂν θέλῃς· μετὰ γὰρ
τὸν θεὸν σὲ ἔχω βοηθὸν καὶ πατέρα.
ἀσπάζομαι τὸν κύριόν μου ἀδελφὸν
Ὀφφέλλιον καὶ τὴν μητέρα μου
Τινὸρ καὶ τὴν ἀδελφὴν ἡμῶν Πῖναν
[… ? lines lost …]
[v]
τῷ δεσπότῃ μου πατρὶ Νεφερῶτι
ὩρίωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.