Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.neph.4
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
τῷ τιμιωτάτῳτειμιωτάτῳ ἀγαπητῷ Νεφερῷ Παῦλος ἐν θεῷ χαίρειν. προηγουμένως εὔχομαι νυκτὸς καὶ ἡμέρας καταξιοῦσθαι ὑπὸ τῆς σῆς θεοσεβείαςθεοσεβίας καὶ κελεύεσθαι ἐν οἷς ἂνδὰν βούλοιτο ἡ σὴ φιλανθρωπία ἐπὶ τῆς Ἀλεξανδρείας γινώσκωνινωσκων κέρδος εἶναί μοι ψυχῆς τὸ μνημονεύ εσθαι ἐν ταῖς σαῖς εὐχαῖς τῆς σῆς εἰς θεὸν ἐλπίδος. ὅθεν παρακα λῶ, ἵνα μου μνημονεύσῃς ἐν ταῖς εὐχαῖς καὶ τῶν παιδίων μου διὰ τὴν ξενιτείανξενιτίαν ἡμῶν, ἵνα ἡμῖν ὁ θεὸς τὸ τέλος ἐν τοῖς ἰδίοις χαρίσηται. κατηξίω σας δὲ κελεῦσαί μοι τὰ τρία δεσμίδια λαβόντα διοικῆσαι καὶ εἰς χρείανχρίαν σου ἔλαιον ἀποστεῖλαι. ἐπράθησαν οὖν ἐκ μυριάδων δεκατεσσάρων . ἠγοράσθη δὲ τὸ ἀγγεῖονἀγγῖον τοῦ ἐλαίου μυριάδων ἑξήκοντα . σὺν θεῷ δὲ ἐάν μοι ἐνεχθῇ ἀποστέλλωαποστειλω πάλιν· ἐγὼ γὰρ χάριν λαμβάνω, ὅτε καταξιοῖς παρʼ ἐμοῦ δέξασθαι ὁδήποτε. ἀξιῶ δέ, ἵνα, εἰ ἀβαρές ἐστιν, τὰς δεκαὲξ ἀρτάβας τοῦ σίτου λαβὼν παρὰ Παπνουτίου Ὡρίωνος ψωμία ποιήσῃς ε σὺν θεῷ δέ, ἐὰν ψωμία γένηται, πέμψον ἡμῖν ψίαθον μεστήν. ἐρρῶσθαί σε εὔχομαι, ἄνθρωπε θεοῦ. τῷ δεσπότῃ μου ἀγαπητῳ Νεφερῷ Παῦλος. ἐάν τις τῶν πρόβατα ἐχόντων δέρματα προβάτων παρʼ ὑμῖνἡμῖν δυνηθῇ εὑρεῖν, τριῶντρια ἢ τεσσάρωντεσσαρα χρείανχρίαν ἔχω.About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.