no image
DDbDP-text
Αὐρηλίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Αὐρηλίου Στοτοήτεως Ἐριέως ἀπὸ κώμης Σοκνοπαίου Νήσου. ἀπὸ τῆς τρίτης τοῦ ὄν τος μηνὸς Φαῶφι βοῦς ἐμοῦ νεμομένη ἐν τῷ αἰγιαλῷ, ὁ δὲ βούκολός μου ἀναστὰς ἕω θεν εὗρεν αὐτὴν πεφονευ μένην ὑπὸ τίνος ἀγνοῶ. ὅθεν ἐπιδίδωμι τάδε τὰ βιβλίδια καὶ ἀξιῶ ἐν καταχωρισμῷ γε νέσθαι πρὸς τὸ μένεινμένιν μοι τὸν λόγον πρὸς τοὺς φανησομένους αἰτίους. διευτύχει. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ΦαῶφιΦαρμοῦθι ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.