Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.ness.3.21
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ εὐεργέτου καὶ Αὐτοκράτορος Αὐγούστου ἔτους λε, ὑπατείᾳὑπατίᾳ τῇ μετὰ τὴν Φλαουίου Βασιλίου τοῦ ἐνδοξοτάτου ἔτους τετρακοσιοστοῦ πεντηκοστοῦ ἑβδόμου υνζ χρόνων ἰνδικτίωνος δεκάτης μηνὸς Πανέμου ἐνἐγ κώμῃ Νεσσάνοις ὁρίου πόλεως Ἐλούσης. ἐπὶ πᾶσιν ἀγαθοῖς διείλατο Φλάουιος Σέργιος Ἠλίου τοῦ Θεμοοβδου στρατιώτης τοῦ ἐνθάδε κάστρου μεταξὺ Ἠλίου καὶ Αλολκαιου καὶ Ζαχαρίου καὶ Στεφάνου τῶν αὐτοῦ παίδων Ἠλίου μὲν τεχθέντος ἐκ τῆς μητρὸς Μαρίας Θεμοοβδου τῆς μακαρίας αὐτοῦ προτέρας γυναικός, Αλολκαιου δὲ καὶ Ζαχαρίου καὶ Στεφάνου τεχθέντων ἐκ τῆς μητρὸς Μολεχης Ἀβρααμίου τῆς εὐγενεστάτης αὐτοῦ δευτέρας γυναικός, αὐτοῦ Σεργίου ποιουμένου τοὺς λόγους ὑπὲρ Αλολκαιου καὶ Ζαχαρίου καὶ Στεφάνου τῶν αὐτοῦ βραχυτέρων παίδων ἰδίῳ αὐτοῦ κινδύνῳ τὰ νῦν ἀφηλίκους ὄντας περὶ τῶν διαιρουμένων, διαίρεσιν αἰωνίαν ποιούμενος ὁ ἐξω νομασμένος καθωσιωμένος Σέργις μεταξὺ τῶν εἰρημένων αὐτοῦ παί δων ἐκ μέρους τετάρτου οἰκοδομημάτων καὶ σπορίμων χωρίων καὶ σκευῶν γρυταρίων ὑπαρχόντων αὐτῷ καὶ διαφερ όντων ἐξ ἰδίας αὐτοῦ ὑποστάσεως. ἐκλαχμοῦ τοίνυν καὶ πεσσοβολίαςπεισσοβολίας γενομένης μεταξὺ αὐτῶν ἐπὶ φίλων αὐτῶν καὶ συγγενίωνσυγγεναίων παρόντων αὐτοῖς καὶ ὅρκοις ἀλλήλοις ὑποπεισάν των εἰς ἁγίαν τριάδα καὶ βασιλικὴν σωτηρίαν ἐμμεῖναιἐμμῖναι τῇ δι αιρέσει ταύτῃ καὶ μηδὲν παρασαλεῦσαί τι τῶν ἐν αὐτῇ ἐγκειμένων, μήτε ἐν δικαστηρίῳ ἢ τούτου ἐκτός, εἰ δέ τις αὐτῶν πειραθείη παραβῆναι δώσειδόσει τὸ παράβαινον μέρος τῷ ἐμμένοντι μέρει λόγῳ προστίμου καὶ παραβασίας ἐκ συμφώνου καὶ ἐπερωτήσεως χρυσίνους ἓξ χρυσοῦ νομίσματα ϛ πρὸς τῷ καὶ μετὰ τὴν τοῦ προστίμου καταβολὴν κυρίαν εἶναι καὶ βεβαίαν καὶ ἰσχυρὰν καὶ ἔννομον καὶ ταύτην τὴν διαίρεσιν μεθʼ ἧς ἐκφέρεται δυνάμεως πάσης. ἔλαχεν μὲν οὖν Ἠλίῳ τῷ θαυμασιωτάτῳ εἰς τὸ κατʼ αὐτὸν μέρος ἀντὶ τοῦ διαπεσοῦντος αὐτῷ τετάρτου μέρους ἀπὸ τῆς τιμῆς τῶν οἰκημάτων νομίσματα ἑπτὰ παρὰ κεράτια ἑπτὰ ζυγῷ τῶν Γαζέων χρυσοῦ νόμισμα ζ παρὰ κεράτια ζ. ἔτι ἔλαχεν αὐτῷ Ἠλίῳ εἰς τὸ κατʼ αὐτὸν μέρος τέταρτον καὶ ἀπὸ τῶν σπορίμων χωρίων ἡ ἁρμόσασα μοῖ ρα διακειμένη ἐν τῷ Αβιαθαλβα ἡ ὑποκάτω τῶν κληρονόμων ου Αλφειου τοῦ μακαρίου μετὰ παντὸς αὐτῆς δι καίου ἧς γείτονες ἀνατολῶν Αμρου ελου τοῦ καθωσιωμένου δυσμῶν Στεφάνου Ζοναινου τοῦ Μαλ νότου τῶν κληρονόμων ου Αλφειου τοῦ μακαρίου βορρᾶ ἔτι ἔλαχεν αὐτῷ ἨλίῳCross-references (3)
- TM-Text 21470 primary
- DDbDP-Text p.ness;3;21 tier-1
- HGV-Text 21470 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.