no image
DDbDP-text
[r]
† τὰ γράμματά σου ἐδεξάμην περιέχοντα χάριν
τῆς ἀποκρίσεώς σου καὶ ἵνα εἰδῇς ὅτι ἡ ἀπόκρισις σοῦ
ἀπόκρισις μοῦ ἐστιν· καὶ ἰδοὺ ἐγράφη μοι ἵνα καμηλολογεύσω. ἀλλὰ ζήτησον εὐτρέπισαι δύο καμήλια καὶ δύο
ἐργάτας ὀφείλοντας βαστάξαι ἀπὸ Κησαρίας εἰς Σχυθόπολιν. καὶ ἵνα εἰδῇς ὅτι καλὰ καμήλια καὶ ἐργάτας
θέλῃ ἔχοντας σάγματα καὶ μασθέλια. περὶ δὲ στόλου
οὐκ ἐζήτησεν δέξασθαι ἕως οὗ λάβῃ τὸ πρῶτον καὶ
ἵνα δοῦναι τὰ δύο νομίσματα εξονεχοεισιν καὶ ἐὰν ειδεος
ἔχεις τη ελθης επικαταρατος …δε καὶ εἰρήνη σοι †
[v]
† τῷ δεσπότῃ μου κυρίῳ Γεωργίῳ διοικητῇ Νεστάνων
παρὰ Γεωργίω ἐλαχίστου †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.